KoineCommunity Bible Notes
Help Sign up Log in

Translations › zh-literal › 希伯來書

希伯來書 ch. 2

Author unknown

Chinese Literal (Simplified) · Release 1.0 (published 2026-10-09)

1
zh-literal

所以我们当越发郑重所听见的道理,恐怕我们随流失去。

Original text · Greek

Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσιν, μήποτε παραρυῶμεν.

2
zh-literal

那藉着天使所传的话语,既是确定的,凡干犯悖逆的都受了该受的报应,

Original text · Greek

εἰ γὰρ ὁ διʼ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν,

3
zh-literal

我们若忽略这么大的救恩,怎能逃罪呢?这救恩起先是主亲自讲的,后来是听见的人给我们证实了。

Original text · Greek

πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας, ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ κυρίου ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη,

4
zh-literal

神又按自己的旨意,用神迹、奇事,和百般的异能,并圣灵的恩赐,同他们作见证。

Original text · Greek

συνεπιμαρτυροῦντος τοῦ θεοῦ σημείοις τε καὶ τέρασιν καὶ ποικίλαις δυνάμεσιν καὶ πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν.

5
zh-literal

我们所说将来的世界,神原没有交给天使管辖。

Original text · Greek

Οὐ γὰρ ἀγγέλοις ὑπέταξεν τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.

6
zh-literal

但有人在经上某处证明说:人算什么,你竟顾念他?世人算什么,你竟眷顾他?

Original text · Greek

διεμαρτύρατο δέ πού τις λέγων· Τί ἐστιν ἄνθρωπος ὅτι μιμνῄσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν;

7
zh-literal

你叫他比天使微小一点,赐他荣耀尊贵为冠冕,

Original text · Greek

ἠλάττωσας αὐτὸν βραχύ τι παρʼ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας ⸀αὐτόν,

8
zh-literal

叫万物都服在他的脚下。既叫万物都服他,就没有剩下一样不服他的。只是如今我们还不见万物都服他。

Original text · Greek

πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Ἐν τῷ ⸀γὰρ ὑποτάξαι ⸀αὐτῷ τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα·

9
zh-literal

惟独见那成为比天使小一点的耶稣斯,因受死的苦,就得了尊贵荣耀为冠冕,叫他因着神的恩典,为人人尝了死味。

Original text · Greek

τὸν δὲ βραχύ τι παρʼ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου.

10
zh-literal

原来那为万物所属为万物所本的,要领许多的儿子进荣耀里去,使他们救恩的元帅,因受苦难得以完全,本是合宜的。

Original text · Greek

Ἔπρεπεν γὰρ αὐτῷ, διʼ ὃν τὰ πάντα καὶ διʼ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.

11
zh-literal

因那使人成圣的和那些得以成圣的,都是出于一,所以他称他们为弟兄,也不以为耻,

Original text · Greek

ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· διʼ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν,

12
zh-literal

说:我要将你的名传与我的弟兄,在教会中我要颂扬你;

Original text · Greek

λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε·

13
zh-literal

又说:我要倚赖他;又说:看哪,我与神所给我的儿女。

Original text · Greek

καὶ πάλιν· Ἐγὼ ἔσομαι πεποιθὼς ἐπʼ αὐτῷ· καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός.

14
zh-literal

儿女既同有血肉之体,他也照样亲自成了血肉之体,特要藉着死败坏那掌死权的,就是魔鬼,

Original text · Greek

ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν ⸀αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτʼ ἔστιν τὸν διάβολον,

15
zh-literal

并要释放那些一生因怕死而为奴仆的人。

Original text · Greek

καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας.

16
zh-literal

他并不救拔天使,乃是救拔阿布拉安的后裔。

Original text · Greek

οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται.

17
zh-literal

所以他凡事该与他的弟兄相同,为要在神的事上,成为慈悲忠信的大祭司,为百姓的罪献上挽回祭。

Original text · Greek

ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ·

18
zh-literal

他自己既然被试探而受苦,就能搭救被试探的人。

Original text · Greek

ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.