KoineCommunity Bible Notes
Help Sign up Log in

Translations › zh-literal › 希伯來書

希伯來書 ch. 1

Author unknown

Chinese Literal (Simplified) · Release 1.0 (published 2026-10-09)

1
zh-literal

神既在古时藉着众先知多次多方地晓谕列祖,

Original text · Greek

Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις

2
zh-literal

就在这末世藉着他儿子晓谕我们,又立他为承受万有的,也曾藉着他创造诸世界。

Original text · Greek

ἐπʼ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, διʼ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας·

3
zh-literal

他是神荣耀所发的光辉,是神本体的真像,常用他权能的命令托住万有,他洗净了人的罪,就坐在高天至大者的右边。

Original text · Greek

ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, ⸀καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς,

4
zh-literal

他所承受的名,既比天使的名更尊贵,就远超过天使。

Original text · Greek

τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρʼ αὐτοὺς κεκληρονόμηκεν ὄνομα.

5
zh-literal

所有的天使,神从来对哪一个说:你是我的儿子,我今日生你?又指着哪一个说:我要作他的父,他要作我的子?

Original text · Greek

τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν· Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;

6
zh-literal

再者,神使长子到世上来的时候,就说:神的使者都要拜他。

Original text · Greek

ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ.

7
zh-literal

论到使者,又说:神以风为使者,以火焰为仆役;

Original text · Greek

καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·

8
zh-literal

论到子却说:神啊,你的宝座是永永远远的,你的国权是正直的。

Original text · Greek

πρὸς δὲ τὸν υἱόν· Ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα ⸀τοῦ αἰῶνος, ⸂καὶ ἡ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας ⸀σου.

9
zh-literal

你喜爱义,恨恶罪恶,所以神,就是你的神,用喜乐油膏你,胜过膏你的同伴。

Original text · Greek

ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·

10
zh-literal

又说:主啊,你起初立了地的根基,天也是你手所造的。

Original text · Greek

καί· Σὺ κατʼ ἀρχάς, κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·

11
zh-literal

天地都要灭没,你却要长存,天地都要像衣服渐渐旧了,

Original text · Greek

αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται,

12
zh-literal

你要将天地卷起来,像一件外衣,天地就都改变了;惟有你永不改变,你的年数没有穷尽。

Original text · Greek

καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, ὡς ἱμάτιον καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.

13
zh-literal

所有的天使,神从来对哪一个说:你坐在我的右边,等我使你仇敌作你的脚凳?

Original text · Greek

πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου;

14
zh-literal

天使岂不都是服役的灵,奉差遣为那将要承受救恩的人效力吗?

Original text · Greek

οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;