同蒙天召的圣洁弟兄啊,你们应当思想我们所认为使者、为大祭司的耶稣斯。
Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν ⸀Ἰησοῦν,
他为那设立他的尽忠,如同莫伊塞斯在神的全家尽忠一样。
πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς ἐν ⸀ὅλῳ τῷ οἴκῳ αὐτοῦ.
他比莫伊塞斯算是更配多得荣耀,好像建造房屋的比房屋更尊荣,
πλείονος γὰρ ⸂οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται καθʼ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν,
因为房屋都必有人建造,但建造万物的乃是神。
πᾶς ⸀γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ ⸀δὲ πάντα κατασκευάσας θεός.
莫伊塞斯为仆人,在神的全家诚然尽忠,为要证明将来必传说的事。
καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων,
但克里斯托斯为儿子,治理神的家,我们若将可夸的盼望和胆量坚持到底,便是他的家了。
Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· ⸀οὗ οἶκός ἐσμεν ἡμεῖς, ⸀ἐάνπερ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος ⸀κατάσχωμεν.
圣灵有话说,正如所说:你们今日若听他的话,
Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
就不可硬着心,像在旷野惹他发怒、试探他的时候一样。
μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
在那里,你们的祖宗试我探我,并且观看我的作为,
⸀οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν ⸂ἐν δοκιμασίᾳ καὶ εἶδον τὰ ἔργα μου
有四十年之久。所以我厌烦那世代的人,说:他们心里常常迷糊,竟不晓得我的作为!
⸀τεσσεράκοντα ἔτη· διὸ προσώχθισα τῇ γενεᾷ ⸀ταύτῃ καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ, αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου·
我就在怒中起誓说:他们断不可进入我的安息。
ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου· Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου.
弟兄们,你们要谨慎,免得你们中间或有人存着不信的恶心,把永生神离弃了。
Βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος,
总要趁着还有今日,天天彼此相劝,免得你们中间有人被罪迷惑,心里就刚硬了——
ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθʼ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ Σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ ⸂τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας—
我们若将起初确实的信心坚持到底,就在克里斯托斯里有分了——
μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν—
经上说:你们今日若听他的话,就不可硬着心,像惹他发怒的时候一样。
ἐν τῷ λέγεσθαι· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ.
那时,听见他话惹他发怒的是谁呢?岂不是跟着莫伊塞斯从埃及出来的众人吗?
τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλʼ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως;
神四十年之久,又厌烦谁呢?岂不是那些犯罪、尸首倒在旷野的人吗?
τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ;
又向谁起誓,不容他们进入他的安息呢?岂不是向那些不信从的人吗?
τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν;
这样看来,他们不能进入安息,是因为不信的缘故了。
καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν διʼ ἀπιστίαν.