KoineCommunity Bible Notes
Help Sign up Log in

Translations › zh-literal › 約翰一書

約翰一書 ch. 4

Traditional author: John

Chinese Literal (Simplified) · Release 1.0 (published 2026-10-09)

1
zh-literal

亲爱的,一切的灵,你们不要都信,总要试验1那些灵是否出于神,因为有许多假先知已经出来到世上了。

Footnotes

1 δοκιμάζω——试验、察验、鉴定真伪(本用于金属的验纯)。

Original text · Greek

Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον.

2
zh-literal

从此你们可以认出神的灵来:凡承认耶稣斯·克里斯托斯是已经成了肉体而来的灵,就是出于神;

Original text · Greek

ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐστιν,

3
zh-literal

凡不承认耶稣斯的灵,就不是出于神,这就是敌克里斯托斯的灵;你们曾听见他要来,现在他已经在世上了。

Original text · Greek

καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν ⸀Ἰησοῦν ἐκ τοῦ θεοῦ οὐκ ἔστιν· καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.

4
zh-literal

孩子们哪,你们是属神的,并且已经胜了他们,因为在你们里面的,比在世上的更大。

Original text · Greek

ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ.

5
zh-literal

他们是属世界的,所以说世界的话,世人也听从他们。

Original text · Greek

αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν, διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν καὶ ὁ κόσμος αὐτῶν ἀκούει.

6
zh-literal

我们是属神的;认识神的,就听从我们;不属神的,就不听从我们。从此我们可以认出真理的灵和迷惑的灵1来。

Footnotes

1 πλάνη——迷惑、迷途、谬误(源自πλανάω“使迷路、使偏离”,与2:26的“迷惑”为同一字根)。

Original text · Greek

ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν· ὁ γινώσκων τὸν θεὸν ἀκούει ἡμῶν, ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.

7
zh-literal

亲爱的,我们应当彼此相爱,因为爱是出于神;凡有爱心的,都是从神生的,也认识神。

Original text · Greek

Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστιν, καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ θεοῦ ⸀γεγέννηται καὶ γινώσκει τὸν θεόν.

8
zh-literal

没有爱心的,就不认识神,因为神就是爱。

Original text · Greek

ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν θεόν, ὅτι ὁ θεὸς ἀγάπη ἐστίν.

9
zh-literal

神差他独生1的儿子到世上来,使我们借着他得以存活,神的爱就在我们里面显明了。

Footnotes

1 μονογενής——独一的、独生的(由μόνος“唯一”+γένος“族类、出生”而来)。

Original text · Greek

ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ θεὸς εἰς τὸν κόσμον ἵνα ζήσωμεν διʼ αὐτοῦ.

10
zh-literal

不是我们爱了神,而是他爱了我们,差他的儿子为我们的罪作了挽回祭,这就是爱了。

Original text · Greek

ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήκαμεν τὸν θεόν, ἀλλʼ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν.

11
zh-literal

亲爱的,神既是这样爱我们,我们也应当彼此相爱。

Original text · Greek

Ἀγαπητοί, εἰ οὕτως ὁ θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν.

12
zh-literal

从来没有人见过神;我们若彼此相爱,神就住在我们里面,他的爱在我们里面也就得以完全了。

Original text · Greek

θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ ⸂ἐν ἡμῖν τετελειωμένη ἐστίν.

13
zh-literal

神既将他的灵赐给我们,我们从此就知道我们是住在他里面,他也住在我们里面。

Original text · Greek

Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.

14
zh-literal

父差了子作世人的救主,这是我们所看见、且作见证的。

Original text · Greek

καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου.

15
zh-literal

凡承认耶稣斯是神儿子的,神就住在他里面,他也住在神里面。

Original text · Greek

ὃς ⸀ἐὰν ὁμολογήσῃ ὅτι Ἰησοῦς ⸀ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ὁ θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ θεῷ.

16
zh-literal

神在我们里面所存的爱,我们已经认识、也已经信了。神就是爱;住在爱里面的,就是住在神里面,神也住在他里面。

Original text · Greek

καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεὸς ⸂ἐν ἡμῖν. ὁ θεὸς ἀγάπη ἐστίν, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει καὶ ὁ θεὸς ἐν αὐτῷ ⸀μένει.

17
zh-literal

这样,爱在我们里面就得以完全,使我们在审判的日子可以坦然无惧,因为他如何,我们在这世上也如何。

Original text · Greek

ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθʼ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ.

18
zh-literal

爱里没有惧怕;完全的爱能把惧怕驱逐在外,因为惧怕里含着刑罚1;惧怕的人在爱里未曾得以完全。

Footnotes

1 κόλασις——刑罚、惩处,本指修剪树木以限制生长,引申为惩戒性的痛苦。

Original text · Greek

φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλʼ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ.

19
zh-literal

我们相爱,因为他先爱了我们。

Original text · Greek

ἡμεῖς ἀγαπῶμεν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.

20
zh-literal

人若说“我爱神”,却恨自己的弟兄,就是说谎的;因为不爱自己所看见之弟兄的,就不能爱没有看见的神。

Original text · Greek

ἐάν τις εἴπῃ ὅτι Ἀγαπῶ τὸν θεόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν, τὸν θεὸν ὃν οὐχ ἑώρακεν ⸂οὐ δύναται ἀγαπᾶν.

21
zh-literal

我们从他所受的这命令,就是那爱神的,也当爱自己的弟兄。

Original text · Greek

καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπʼ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.