凡信耶稣斯是克里斯托斯的,都是从神生的;凡爱那生他之神的,也必爱从神所生的人。
Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ ⸀καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ.
我们若爱神,又遵行他的诫命,从此就知道我们是爱神的儿女了。
ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ, ὅταν τὸν θεὸν ἀγαπῶμεν καὶ ⸂τὰς ἐντολὰς αὐτοῦ ποιῶμεν.
1 βαρύς——沉重的、难负的。
αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν, καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν,
1 νίκη——胜利,与动词νικάω“得胜”同源,原文此处以名词与动词并用,构成同源修辞。
ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν.
而胜过世界的是谁呢?不就是那信耶稣斯是神儿子的人吗?
⸀τίς ⸀δέ ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ;
这就是那藉着水与血而来的,耶稣斯·克里斯托斯;不是单藉着水,而是藉着水与血;并且灵是作见证的,因为灵就是真理。
Οὗτός ἐστιν ὁ ἐλθὼν διʼ ὕδατος καὶ αἵματος, Ἰησοῦς Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλʼ ἐν τῷ ὕδατι καὶ ⸂ἐν τῷ αἵματι· καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια.
因为作见证的有三:
ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες,
1 εἰς τὸ ἕν εἰσιν——直译“归于一而存在”,指三者的见证彼此一致、指向同一事实。
τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν.
我们若领受人的见证,神的见证更大,因为这就是神的见证,是他为自己儿子所作的见证。
εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν, ⸂ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ ὅτι μεμαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ.
信神儿子的,就有这见证在自己里面;不信神的,就是把神当作说谎者了,因为他不信神为自己儿子所作的见证。
ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν ⸀αὑτῷ, ὁ μὴ πιστεύων ⸂τῷ θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ.
这见证就是:神已将永远的生命赐给我们,这生命也在他儿子里面。
καὶ αὕτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν ⸀ἡμῖν ὁ θεός, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν.
有子的,就有生命;没有神儿子的,就没有生命。
ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἔχει.
我将这些话写给你们这些信神儿子之名的人,是要叫你们知道自己有永远的生命。
Ταῦτα ἔγραψα ὑμῖν ἵνα εἰδῆτε ὅτι ζωὴν ἔχετε αἰώνιον, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ.
我们在他面前所存的坦然无惧,就在于此:我们若照他的旨意求什么,他就听我们。
καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ ἀκούει ἡμῶν.
我们既知道他无论听我们求什么,就知道我们从他所求的,无不得着。
καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ ἐὰν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν ἀπʼ αὐτοῦ.
人若看见自己弟兄犯了不至于死的罪,就当祈求,神必将生命赐给他,就是赐给那些犯罪不至于死的人。有至于死的罪,我不是说要为那罪祈求。
Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον. ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ.
凡不义的事都是罪,也有不至于死的罪。
πᾶσα ἀδικία ἁμαρτία ἐστίν, καὶ ἔστιν ἁμαρτία ⸂οὐ πρὸς θάνατον.
1 τηρεῖ αὐτόν——此代词αὐτόν可指“保守他自己”,亦有古卷作“那由神所生者〔即神的儿子〕保守他”;SBLGNT所据正文取前一读法。
Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει, ἀλλʼ ὁ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ ⸀αὐτόν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ.
1 κεῖμαι——躺卧、伏卧、处于(某种状态或权势之下)。
οἴδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμεν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται.
我们也知道神的儿子已经来到,且已赐给我们心智1,使我们认识那位真实者;我们也在那位真实者里面,就是在他儿子耶稣斯·克里斯托斯里面。这是真神,也是永远的生命。
1 διάνοια——心智、悟性、理解力(由διά“贯通”+νοῦς“心思”而来)。
οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα ⸀γινώσκωμεν τὸν ἀληθινόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος.
孩子们哪,你们要保守自己远离偶像。
Τεκνία, φυλάξατε ⸀ἑαυτὰ ἀπὸ τῶν εἰδώλων.