KoineCommunity Bible Notes
Help Sign up Log in

Translations › zh-literal › 約翰一書

約翰一書 ch. 3

Traditional author: John

Chinese Literal (Simplified) · Release 1.0 (published 2026-10-09)

1
zh-literal

你们看,父赐给我们何等样的爱,使我们得称为神的儿女,我们也确实是如此。世人所以不认识我们,是因为不认识他。

Original text · Greek

ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ πατὴρ ἵνα τέκνα θεοῦ κληθῶμεν, καὶ ἐσμέν. διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ⸀ἡμᾶς ὅτι οὐκ ἔγνω αὐτόν.

2
zh-literal

亲爱的,我们现在是神的儿女,将来如何,还未显明;但我们知道,他若显现,我们必要像他,因为我们必要看见他的本相。

Original text · Greek

Ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα· ⸀οἴδαμεν ὅτι ἐὰν φανερωθῇ ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν.

3
zh-literal

凡向他存这盼望的,就洁净自己,正如他是洁净的一样。

Original text · Greek

καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπʼ αὐτῷ ἁγνίζει ἑαυτόν, καθὼς ἐκεῖνος ἁγνός ἐστιν.

4
zh-literal

凡犯罪的,就是犯了不法1;罪就是不法。

Footnotes

1 ἀνομία——不法、无律法状态(由ἀ“无”+νόμος“律法”而来)。

Original text · Greek

Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία.

5
zh-literal

你们知道,那一位显现,是要除去罪,在他里面并没有罪。

Original text · Greek

καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη ἵνα τὰς ἁμαρτίας ἄρῃ, καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστιν.

6
zh-literal

凡住在他里面的,就不犯罪;凡犯罪的,是未曾看见他,也未曾认识他。

Original text · Greek

πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν.

7
zh-literal

孩子们哪,不要让人迷惑你们;行义的,才是公义的,正如他是公义的一样;

Original text · Greek

Τεκνία, μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστιν, καθὼς ἐκεῖνος δίκαιός ἐστιν·

8
zh-literal

犯罪的是属魔鬼1,因为魔鬼从起初就犯罪。神的儿子显现出来,正是为要拆毁魔鬼的作为。

Footnotes

1 διάβολος——毁谤者、控告者(由διαβάλλω“毁谤、控告”而来),新约中作魔鬼的专称。

Original text · Greek

ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπʼ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου.

9
zh-literal

凡从神生的,就不犯罪,因为神的种1常存在他里面;他也不能犯罪,因为他是从神生的。

Footnotes

1 σπέρμα——种子、种、后裔,此处喻指神所栽种、使人重生的生命之种。

Original text · Greek

Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ θεοῦ γεγέννηται.

10
zh-literal

从此就显出谁是神的儿女,谁是魔鬼的儿女:凡不行义的,就不是出于神;不爱自己弟兄的,也是如此。

Original text · Greek

ἐν τούτῳ φανερά ἐστιν τὰ τέκνα τοῦ θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου· πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ.

11
zh-literal

因为这是你们从起初所听见的信息,就是我们应当彼此相爱;

Original text · Greek

ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπʼ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους,

12
zh-literal

不要像卡因1,他属那恶者,杀了自己的兄弟。他为什么缘故杀了他呢?因为自己的行为是恶的,而他兄弟的行为是义的。

Footnotes

1 卡因(Κάϊν),阿达姆之子;参《创世记》4章,他因嫉恨而杀害兄弟亚伯,本卷首次出现,故音译新造。

Original text · Greek

οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξεν τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια.

13
zh-literal

弟兄们,世人若恨你们,不要以为希奇。

Original text · Greek

⸀καὶ μὴ θαυμάζετε, ἀδελφοί, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος.

14
zh-literal

我们因为爱弟兄,就知道自己已经出死入生了;不爱弟兄的,仍住在死中。

Original text · Greek

ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ ἀγαπῶν ⸀μένει ἐν τῷ θανάτῳ.

15
zh-literal

凡恨自己弟兄的,就是杀人的1;你们知道,凡杀人的,没有永远的生命常存在他里面。

Footnotes

1 ἀνθρωποκτόνος——杀人者(由ἄνθρωπος“人”+κτείνω“杀”而来)。

Original text · Greek

πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστίν, καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν αὐτῷ μένουσαν.

16
zh-literal

那一位为我们舍了自己的性命,我们从此就知道何为爱;我们也应当为弟兄们舍命。

Original text · Greek

ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς θεῖναι.

17
zh-literal

凡有今世财物、看见弟兄穷乏,却塞住自己怜悯的心肠1、不向他开放的,神的爱怎能住在他里面呢?

Footnotes

1 σπλάγχνα——内脏、脏腑,古希腊人以此为怜悯、慈心所在之处,故引申为“怜悯之心”。

Original text · Greek

ὃς δʼ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπʼ αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ θεοῦ μένει ἐν αὐτῷ;

18
zh-literal

孩子们哪,我们相爱,不要单在话语和舌头上,总要在行为和真理上。

Original text · Greek

Τεκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ ἀλλὰ ⸀ἐν ἔργῳ καὶ ἀληθείᾳ.

19
zh-literal

从此我们就知道,我们是属真理的,并且在他面前能使我们的心安稳1,

Footnotes

1 πείθω——说服、使信服;此处为主动语态“使……安稳、使……信服”,指在神面前使良心得安。

Original text · Greek

⸀Καὶ ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν, καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὴν καρδίαν ἡμῶν,

20
zh-literal

因为,我们的心若责备我们,神比我们的心更大,他也知道一切的事。

Original text · Greek

⸀ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα.

21
zh-literal

亲爱的,我们的心若不责备我们,我们在神面前就可以坦然无惧,

Original text · Greek

Ἀγαπητοί, ἐὰν ἡ καρδία ⸀ἡμῶν μὴ καταγινώσκῃ, παρρησίαν ἔχομεν πρὸς τὸν θεόν,

22
zh-literal

并且我们无论求什么,就从他得着,因为我们遵守他的诫命,行他眼前所喜悦的事。

Original text · Greek

⸀καὶ ὃ ⸀ἐὰν αἰτῶμεν λαμβάνομεν ἀπʼ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν.

23
zh-literal

这就是他的命令,就是要我们信他儿子耶稣斯·克里斯托斯的名,且照他所赐给我们的命令彼此相爱。

Original text · Greek

καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα ⸀πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολὴν ⸀ἡμῖν.

24
zh-literal

遵守他诫命的,就住在他里面,他也住在这人里面;我们从他所赐给我们的灵,就知道他住在我们里面。

Original text · Greek

καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν αὐτῷ· καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν.