我的孩子们哪1,我写这些话给你们,是要叫你们不犯罪。若有人犯了罪,我们在父那里有一位中保2,就是那义者耶稣斯·克里斯托斯;
1 τεκνίον——τέκνον“孩子”的指小词,带亲昵语气,“小孩子”“亲爱的孩子”。
2 παράκλητος——被呼召到一旁者,即辩护者、中保、代求者(由παρά“在旁”+καλέω“呼召”而来)。
Τεκνία μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε. καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον·
1 ἱλασμός——挽回祭、平息(神怒)之祭,使神与人和好的祭物(源自ἵλαος“和悦的、蒙恩的”)。
καὶ αὐτὸς ἱλασμός ἐστιν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.
我们若遵守他的诫命,就凭此知道我们已经认识他了。
Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν.
那说“我已认识他”却不遵守他诫命的,就是说谎的,真理不在这人里面;
ὁ λέγων ὅτι Ἔγνωκα αὐτόν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστίν, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν·
凡遵守他话语的,神的爱在这人里面实在已经得以完全了。我们凭此知道我们是在他里面;
ὃς δʼ ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ θεοῦ τετελείωται. ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν·
那说自己住在他里面的,就应当照那一位所行的去行。
ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει καθὼς ἐκεῖνος περιεπάτησεν καὶ ⸀αὐτὸς περιπατεῖν.
亲爱的,我写给你们的不是一条新命令,而是你们从起初就有的旧命令;这旧命令就是你们所听过的话语。
Ἀγαπητοί, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλʼ ἐντολὴν παλαιὰν ἣν εἴχετε ἀπʼ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιά ἐστιν ὁ λόγος ὃν ἠκούσατε.
然而我写给你们的又是一条新命令,这在他里面并在你们里面都是真的,因为黑暗正在过去,真光已经照耀。
πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν, ὅτι ἡ σκοτία παράγεται καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει.
那说自己在光中,却恨自己弟兄的,直到如今还在黑暗里。
ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι.
1 σκάνδαλον——绊脚石、使人跌倒的机关、陷阱(原指捕兽器上的触发杆)。
ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον ⸂ἐν αὐτῷ οὐκ ἔστιν·
但那恨自己弟兄的,是在黑暗里,且在黑暗中行,也不知道自己往哪里去,因为黑暗使他的眼睛瞎了。
ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶν καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδεν ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ.
孩子们哪,我写信给你们,因为你们的罪藉着他的名已经得了赦免。
Γράφω ὑμῖν, τεκνία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ.
父老们哪,我写信给你们,因为你们已经认识那从起初就有的。少年人哪,我写信给你们,因为你们已经胜了那恶者。
γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπʼ ἀρχῆς. γράφω ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν.
孩子们哪,我已写信给你们,因为你们已经认识父。父老们哪,我已写信给你们,因为你们已经认识那从起初就有的。少年人哪,我已写信给你们,因为你们是强壮的,神的话语住在你们里面,你们也已经胜了那恶者。
ἔγραψα ὑμῖν, παιδία, ὅτι ἐγνώκατε τὸν πατέρα. ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπʼ ἀρχῆς. ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε καὶ ὁ λόγος τοῦ θεοῦ ἐν ὑμῖν μένει καὶ νενικήκατε τὸν πονηρόν.
不要爱世界,也不要爱世界上的事。人若爱世界,父的爱就不在他里面了;
Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ πατρὸς ἐν αὐτῷ·
1 ἐπιθυμία——欲望、渴求,此处指负面意义上的“私欲、情欲”。
2 ἀλαζονεία——自夸、虚夸、炫耀(源自ἀλαζών“夸口的人”)。
ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ πατρός, ἀλλὰ ἐκ τοῦ κόσμου ἐστίν.
这世界和其上的私欲都要过去,惟独遵行神旨意的,永远长存。
καὶ ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία ⸀αὐτοῦ, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ θεοῦ μένει εἰς τὸν αἰῶνα.
孩子们哪,如今是末时了。你们曾听见说,敌克里斯托斯1要来;现在已经有许多敌克里斯托斯出现了,由此我们就知道,如今是末时了。
1 ἀντίχριστος——敌克里斯托斯,即“反对克里斯托斯者”或“冒充克里斯托斯者”(ἀντί兼有“反对”与“代替”二义)。
Παιδία, ἐσχάτη ὥρα ἐστίν, καὶ καθὼς ἠκούσατε ὅτι ἀντίχριστος ἔρχεται, ⸂καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν, ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν.
他们是从我们中间出去的,但本不是属我们的;若是属我们的,就必仍旧与我们同在;但他们出去,是要显明他们都不是属我们的。
ἐξ ἡμῶν ἐξῆλθαν, ἀλλʼ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ⸂ἐξ ἡμῶν ἦσαν, ⸀μεμενήκεισαν ἂν μεθʼ ἡμῶν· ἀλλʼ ἵνα φανερωθῶσιν ὅτι οὐκ εἰσὶν πάντες ἐξ ἡμῶν.
1 χρῖσμα——膏油、恩膏,受膏之物(源自χρίω“膏抹”,与χριστός“受膏者”同源)。
καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ ἁγίου, καὶ οἴδατε ⸀πάντες.
我写信给你们,不是因你们不知道真理,而是因你们知道,又因一切的谎言都不是出于真理。
οὐκ ἔγραψα ὑμῖν ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλʼ ὅτι οἴδατε αὐτήν, καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστιν.
谁是说谎的呢?岂不是那否认耶稣斯是克里斯托斯的人吗?那否认父与子的,这就是敌克里斯托斯了。
Τίς ἐστιν ὁ ψεύστης εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ χριστός; οὗτός ἐστιν ὁ ἀντίχριστος, ὁ ἀρνούμενος τὸν πατέρα καὶ τὸν υἱόν.
凡否认子的,也没有父;承认子的,也有父。
πᾶς ὁ ἀρνούμενος τὸν υἱὸν οὐδὲ τὸν πατέρα ἔχει, ὁ ὁμολογῶν τὸν υἱὸν καὶ τὸν πατέρα ἔχει.
论到你们,要将那从起初所听见的常存在你们里面;那从起初所听见的若常存在你们里面,你们就必住在子里面,也住在父里面。
ὑμεῖς ὃ ἠκούσατε ἀπʼ ἀρχῆς, ἐν ὑμῖν μενέτω· ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπʼ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ υἱῷ καὶ ⸀ἐν τῷ πατρὶ μενεῖτε.
1 ἐπαγγελία——应许、许诺(与1:5的“信息”ἀγγελία同根,但多一个前缀ἐπί,词义已分化为“应许”)。
καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία ἣν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον.
我将这些话写给你们,是论到那些迷惑你们的人。
Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς.
至于你们,你们从他所受的恩膏常存在你们里面,你们并不需要人教导你们;而是他的恩膏在凡事上教导你们,这恩膏是真的,并不是假的;你们要照这恩膏所教导你们的,住在他里面。
καὶ ὑμεῖς τὸ χρῖσμα ὃ ἐλάβετε ἀπʼ αὐτοῦ μένει ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλʼ ὡς τὸ ⸂αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστιν καὶ οὐκ ἔστιν ψεῦδος, καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, ⸀μένετε ἐν αὐτῷ.
1 παρρησία——坦然、无所畏惧的直言,本义指公开演说的自由(由πᾶς“全部”+ῥῆσις“言语”而来)。
2 παρουσία——来临、临到、亲临,新约中常特指克里斯托斯的再来。
Καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ, ἵνα ⸂ἐὰν φανερωθῇ σχῶμεν παρρησίαν καὶ μὴ αἰσχυνθῶμεν ἀπʼ αὐτοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ.
你们若知道他是公义的,就该知道,凡行义的,都是从他所生的。
ἐὰν εἰδῆτε ὅτι δίκαιός ἐστιν, γινώσκετε ὅτι ⸀καὶ πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.