我向你们推荐我们的姐妹福依贝,她是肯克雷艾教会的女执事。
Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν καὶ διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς,
请你们在主里用配得上圣徒的方式接待她,她在什么事上需要你们,你们就帮助她,因她素来帮助许多人,也帮助了我自己。
ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι, καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ἐμοῦ αὐτοῦ.
请问候我在克里斯托斯·耶稣斯里的同工普里斯卡和阿库拉斯,
Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ,
他们为我的性命将自己的颈项置于险地,不但我感谢他们,就是外邦的众教会也感谢他们。
οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν,
又问候在他们家中的教会。请问候我所亲爱的埃派内托斯,他是亚细亚归克里斯托斯的初结果子。
καὶ τὴν κατʼ οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀσίας εἰς Χριστόν.
请问候玛丽亚姆,她为你们多受劳苦。
ἀσπάσασθε Μαριάμ ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς
请问候我的同胞、与我一同坐过牢的安德罗尼科斯和尤尼亚,他们在使徒中是有名望的,也比我先归入克里斯托斯。
ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν Χριστῷ.
请问候我在主里所亲爱的安普利亚托斯。
ἀσπάσασθε Ἀμπλιᾶτον τὸν ἀγαπητόν μου ἐν κυρίῳ.
请问候我们在克里斯托斯里的同工乌尔巴诺斯,和我所亲爱的斯塔库斯。
ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου.
请问候在克里斯托斯里经过试验的阿佩莱斯。请问候阿里斯托布罗斯家里的人。
ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου.
请问候我的同胞赫罗迪翁。请问候纳尔基索斯家中在主里的人。
ἀσπάσασθε Ἡρῳδίωνα τὸν συγγενῆ μου. ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ.
请问候在主里劳苦的特鲁菲艾娜和特鲁福萨。请问候所亲爱、在主里多受劳苦的佩尔西斯。
ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ.
请问候在主里蒙拣选的茹福斯,以及他的母亲,也是我的母亲。
ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ.
请问候阿孙克里托斯、弗雷贡、赫尔梅斯、帕特罗巴斯、赫尔马斯,以及与他们在一起的弟兄们。
ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμῆν, Πατροβᾶν, Ἑρμᾶν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς.
请问候菲洛洛戈斯和尤利亚,内雷乌斯和他的姐妹,还有奥林帕斯,以及与他们在一起的众圣徒。
ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους.
你们要用圣洁的亲吻彼此问安。克里斯托斯的众教会都问候你们。
Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ Χριστοῦ.
弟兄们,我劝你们,要留意那些在你们所学之道以外引起分争、设置绊脚石的人,并要远离他们。
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνετε ἀπʼ αὐτῶν·
因为这样的人不服事我们的主克里斯托斯,只服事自己的肚腹,用花言巧语诱惑那些老实人的心。
οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ἡμῶν Χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων.
你们的顺从已经传到众人那里,所以我为你们欢喜;但我愿意你们在善上聪明,在恶上纯洁。
ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· ἐφʼ ὑμῖν οὖν χαίρω, θέλω δὲ ὑμᾶς σοφοὺς εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν.
赐平安的神快要将萨塔纳斯践踏在你们脚下。愿我们主耶稣斯·克里斯托斯的恩典与你们同在。
ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθʼ ὑμῶν.
我的同工提莫特奥斯,和我的同胞卢基奥斯、亚松、索西帕特罗斯问候你们。
Ἀσπάζεται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου.
我这代笔写这封信的特尔提乌斯,在主里问候你们。
ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ.
那接待我、也接待全教会的盖伊奥斯问候你们。城里的管理员埃拉斯托斯,和兄弟夸尔托斯,问候你们。
ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ ὅλης τῆς ἐκκλησίας. ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός.
愿我们主耶稣斯·克里斯托斯的恩典与你们众人同在。阿们。
Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν Ἀμήν