KoineCommunity Bible Notes
Help Sign up Log in

Translations › zh-literal › 羅馬書

羅馬書 ch. 15

Traditional author: Paul

Chinese Literal (Simplified) · Release 1.0 (published 2026-10-09)

1
zh-literal

我们坚固的人应该担代不坚固人的软弱,不求自己的喜悦。

Original text · Greek

Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν.

2
zh-literal

我们各人务要叫邻舍喜悦,使他得益处,建立德行。

Original text · Greek

ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν·

3
zh-literal

因为克里斯托斯也不求自己的喜悦,如经上所记:辱骂你人的辱骂都落在我身上。

Original text · Greek

καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν· ἀλλὰ καθὼς γέγραπται· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπʼ ἐμέ.

4
zh-literal

从前所写的圣经都是为教训我们写的,叫我们因圣经所生的忍耐和安慰可以得着盼望。

Original text · Greek

ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράφη ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν.

5
zh-literal

但愿赐忍耐安慰的神,叫你们彼此同心,效法克里斯托斯·耶稣斯,

Original text · Greek

ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν,

6
zh-literal

一心一口荣耀神——我们主耶稣斯·克里斯托斯的父。

Original text · Greek

ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

7
zh-literal

所以,你们要彼此接纳,如同克里斯托斯接纳你们一样,使荣耀归与神。

Original text · Greek

Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν τοῦ θεοῦ.

8
zh-literal

我说,克里斯托斯是为神真理作了受割礼人的执事,要证实所应许列祖的话,

Original text · Greek

λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων,

9
zh-literal

并叫外邦人因他的怜悯荣耀神,如经上所记:因此,我要在外邦中称赞你,歌颂你的名。

Original text · Greek

τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν· καθὼς γέγραπται· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνόματί σου ψαλῶ.

10
zh-literal

又说:你们外邦人,当与主的百姓一同欢乐。

Original text · Greek

καὶ πάλιν λέγει· Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.

11
zh-literal

又说:外邦啊,你们都要赞美主;万民都要颂赞他。

Original text · Greek

καὶ πάλιν· Αἰνεῖτε, πάντα τὰ ἔθνη, τὸν κύριον, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί.

12
zh-literal

厄萨伊亚斯又说:将来有耶赛的根,就是那兴起来要治理外邦的;外邦人要仰望他。

Original text · Greek

καὶ πάλιν Ἠσαΐας λέγει· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπʼ αὐτῷ ἔθνη ἐλπιοῦσιν.

13
zh-literal

但愿使人有盼望的神,因信将诸般的喜乐、平安充满你们的心,使你们藉着圣灵的能力大有盼望。

Original text · Greek

ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου.

14
zh-literal

弟兄们,我自己也深信你们是满有良善,充足了诸般的知识,也能彼此劝戒。

Original text · Greek

Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν.

15
zh-literal

但我稍微放胆写信给你们,是要提醒你们的记性,特因神所给我的恩典,

Original text · Greek

τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ θεοῦ

16
zh-literal

使我为外邦人作克里斯托斯·耶稣斯的仆役,作神福音的祭司,叫所献上的外邦人,因着圣灵成为圣洁,可蒙悦纳。

Original text · Greek

εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ.

17
zh-literal

所以论到神的事,我在克里斯托斯·耶稣斯里有可夸的。

Original text · Greek

ἔχω οὖν τὴν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν θεόν·

18
zh-literal

除了克里斯托斯藉我做的那些事,我什么都不敢提,只提他藉我话语作为,用神迹奇事的能力,并圣灵的能力,使外邦人顺服;

Original text · Greek

οὐ γὰρ τολμήσω τι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς διʼ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ,

19
zh-literal

甚至我从耶鲁撒莱姆,直转到伊利里孔,到处传了克里斯托斯的福音。

Original text · Greek

ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύματος ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ,

20
zh-literal

我立了志向,不在克里斯托斯的名被称过的地方传福音,免得建造在别人的根基上,

Original text · Greek

οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπʼ ἀλλότριον θεμέλιον οἰκοδομῶ,

21
zh-literal

就如经上所记:未曾闻知他信息的,将要看见;未曾听过的,将要明白。

Original text · Greek

ἀλλὰ καθὼς γέγραπται· Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν.

22
zh-literal

因此,我多次被拦阻,不能到你们那里去。

Original text · Greek

Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς·

23
zh-literal

但如今,在这一带地方,我再没有可传的地方,而且这好几年,我切心想望到你们那里去,

Original text · Greek

νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ ἱκανῶν ἐτῶν,

24
zh-literal

盼望从这里经过,得见你们,先与你们彼此交往,心里稍微满足,然后蒙你们送行到斯帕尼亚去——

Original text · Greek

ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφʼ ὑμῶν προπεμφθῆναι ἐκεῖ ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ—

25
zh-literal

但现在,我往耶鲁撒莱姆去,供给圣徒。

Original text · Greek

νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἁγίοις.

26
zh-literal

因为马克多尼亚和阿哈伊亚人乐意凑出捐项,给耶鲁撒莱姆圣徒中的穷人。

Original text · Greek

εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ.

27
zh-literal

这固然是他们乐意的,其实也算是所欠的债,因外邦人既分享了他们属灵的好处,就当把肉身上的好处供给他们。

Original text · Greek

εὐδόκησαν γάρ, καὶ ὀφειλέται εἰσὶν αὐτῶν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.

28
zh-literal

等我办完了这事,把这善果向他们交付明白,我就要路过你们那里,往斯帕尼亚去。

Original text · Greek

τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι διʼ ὑμῶν εἰς Σπανίαν·

29
zh-literal

我也晓得,去的时候,必带着克里斯托斯丰盛的恩典而去。

Original text · Greek

οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας Χριστοῦ ἐλεύσομαι.

30
zh-literal

弟兄们,我藉我们主耶稣斯·克里斯托斯,又藉圣灵的爱,劝你们与我一同竭力,为我祈求神,

Original text · Greek

Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν,

31
zh-literal

叫我脱离在犹迪亚不顺从的人,也叫我为耶鲁撒莱姆所办的供给可蒙圣徒悦纳,

Original text · Greek

ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ καὶ ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος τοῖς ἁγίοις γένηται,

32
zh-literal

并叫我顺着神的旨意,欢欢喜喜地到你们那里,与你们同得安息。

Original text · Greek

ἵνα ἐν χαρᾷ ἐλθὼν πρὸς ὑμᾶς διὰ θελήματος θεοῦ συναναπαύσωμαι ὑμῖν.

33
zh-literal

愿平安的神常和你们众人同在。阿们。

Original text · Greek

ὁ δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν· ἀμήν.