KoineCommunity Bible Notes
Help Sign up Log in

Translations › zh-literal › 腓立比書

腓立比書 ch. 3

Traditional author: Paul

Chinese Literal (Simplified) · Release 1.0 (published 2026-10-09)

1
zh-literal

弟兄们,我还有话说,你们要靠主喜乐。我把这话再写给你们,于我并不为难,于你们却是妥当。

Original text · Greek

Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετε ἐν κυρίῳ. τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, ὑμῖν δὲ ἀσφαλές.

2
zh-literal

应当防备犬类,防备作恶的,防备妄自行割的。

Original text · Greek

βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν.

3
zh-literal

因为真受割礼的,乃是我们这以神的灵敬拜、在克里斯托斯·耶稣斯里夸口、不靠着肉体的。

Original text · Greek

ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή, οἱ πνεύματι ⸀θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες,

4
zh-literal

虽然我也可以靠肉体,若是别人想他可以靠肉体,我更可以靠着了。

Original text · Greek

καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί. Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί, ἐγὼ μᾶλλον·

5
zh-literal

我第八天受割礼,我是以色列族、本尼亚敏支派的人,是希伯来人所生的希伯来人,就律法说,我是法里赛奥斯;

Original text · Greek

περιτομῇ ὀκταήμερος, ἐκ γένους Ἰσραήλ, φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος,

6
zh-literal

就热心说,我是逼迫教会的;就律法上的义说,我是无可指摘的。

Original text · Greek

κατὰ ζῆλος διώκων τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.

7
zh-literal

只是我先前以为于我有益的,我现在因克里斯托斯都当作有损的。

Original text · Greek

⸀ἀλλὰ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν.

8
zh-literal

不但如此,我也将万事当作有损的,因我以认识我主克里斯托斯·耶稣斯为至宝,我为他已经丢弃万事,看作粪土,为要得着克里斯托斯,

Original text · Greek

⸀ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου, διʼ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι ⸀σκύβαλα ἵνα Χριστὸν κερδήσω

9
zh-literal

并且得以在他里面,不是有自己因律法而得的义,乃是有信克里斯托斯的义,就是因信神而来的义,

Original text · Greek

καὶ εὑρεθῶ ἐν αὐτῷ, μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει,

10
zh-literal

使我认识他,晓得他复活的大能,并且晓得和他一同受苦,效法他的死,

Original text · Greek

τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ ⸀κοινωνίαν παθημάτων αὐτοῦ, συμμορφιζόμενος τῷ θανάτῳ αὐτοῦ,

11
zh-literal

或者我可以从死人中得以复活。

Original text · Greek

εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν ⸂τὴν ἐκ νεκρῶν.

12
zh-literal

这不是说我已经得着了,已经完全了,我乃是竭力追求,或者可以得着克里斯托斯·耶稣斯所以得着我的。

Original text · Greek

Οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφʼ ᾧ καὶ κατελήμφθην ὑπὸ Χριστοῦ ⸀Ἰησοῦ.

13
zh-literal

弟兄们,我不是以为自己已经得着了,我只有一件事,就是忘记背后,努力面前的,

Original text · Greek

ἀδελφοί, ἐγὼ ἐμαυτὸν ⸂οὐ λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος,

14
zh-literal

向着标竿直跑,要得神在克里斯托斯·耶稣斯里从上面召我来得的奖赏。

Original text · Greek

κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ.

15
zh-literal

所以我们中间凡是完全人,总要存这样的心,若在什么事上存别样的心,神也必以此指示你们。

Original text · Greek

Ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ θεὸς ὑμῖν ἀποκαλύψει·

16
zh-literal

然而我们到了什么地步,就当照着什么地步行。

Original text · Greek

πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ ⸀στοιχεῖν.

17
zh-literal

弟兄们,你们要一同效法我,也当留意看那些照我们榜样行的人。

Original text · Greek

Συμμιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας καθὼς ἔχετε τύπον ἡμᾶς.

18
zh-literal

因为有许多人行事是克里斯托斯十字架的仇敌,我屡次告诉你们,现在又流泪告诉你们。

Original text · Greek

πολλοὶ γὰρ περιπατοῦσιν οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ,

19
zh-literal

他们的结局就是沉沦,他们的神就是自己的肚腹,他们的荣耀在他们的羞辱之中,他们专以地上的事为念。

Original text · Greek

ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες.

20
zh-literal

我们却是天上的国民,并且等候救主,就是主耶稣斯·克里斯托斯,从天上降临。

Original text · Greek

ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν,

21
zh-literal

他要按着那能叫万有归服自己的大能,将我们这卑贱的身体改变形状,和他自己荣耀的身体相似。

Original text · Greek

ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ⸀αὑτῷ τὰ πάντα.