所以,在克里斯托斯里若有什么劝勉,爱心有什么安慰,圣灵有什么交通,心中有什么慈悲怜悯,
Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί,
你们就要意念相同,爱心相同,有一样的心思,有一样的意念,使我的喜乐可以满足。
πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες,
凡事不可结党,不可贪图虚浮的荣耀,只要存心谦卑,各人看别人比自己强;
μηδὲν κατʼ ἐριθείαν ⸂μηδὲ κατὰ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν,
各人不要单顾自己的事,也要顾别人的事。
μὴ τὰ ἑαυτῶν ⸀ἕκαστοι σκοποῦντες, ἀλλὰ ⸂καὶ τὰ ἑτέρων ἕκαστοι.
你们当以克里斯托斯耶稣斯的心为心:
τοῦτο ⸀φρονεῖτε ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ,
他本有神的形像,不以自己与神同等为强夺的,
ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ,
反倒虚己,取了仆人的形像,成为人的样式;既有人的样子,
ἀλλὰ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος
就自己卑微,存心顺服,以至于死,且死在十字架上。
ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
所以神将他升为至高,又赐给他那超乎万名之上的名,
διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,
叫一切在天上的、地上的,和地底下的,因耶稣斯的名,无不屈膝,
ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων,
无不口称耶稣斯·克里斯托斯为主,使荣耀归与父神。
καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.
这样看来,我亲爱的弟兄,你们既是常顺服的,不但我在你们那里,就是我如今不在你们那里,更是顺服的,就当恐惧战兢,作成你们救恩的工夫。
Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ⸀ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε·
因为你们立志行事,都是神在你们心里运行,为要成就他的美意。
θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.
凡所行的,都不要发怨言,起争论,
πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν,
使你们无可指摘,诚实无伪,在这弯曲悖谬的世代,作神无瑕疵的儿女,你们显在这世代中,好像明光照耀,
ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα θεοῦ ἄμωμα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ,
将生命的话语表明出来,叫我在克里斯托斯的日子好夸我没有空跑,也没有徒劳。
λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον οὐδὲ εἰς κενὸν ἐκοπίασα.
我以你们的信为供献的祭物,我若被浇奠在其上,也是喜乐,并且与你们众人一同喜乐;
Ἀλλὰ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν·
你们也要照样喜乐,并且与我一同喜乐。
τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.
我靠主耶稣斯指望快打发提莫忒奥斯去见你们,叫我知道你们的事,心里就得着安慰。
Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν.
因为我没有别人与我同心,实在挂念你们的事。
οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει,
别人都求自己的事,并不求克里斯托斯·耶稣斯的事。
οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ ⸂Χριστοῦ Ἰησοῦ.
但你们知道提莫忒奥斯的明证,他与我一同服事福音,好像儿子服事父亲一样。
τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον.
所以,我一看出我的事要怎样了结,就盼望立刻打发他去;
τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς·
但我靠着主自信,我也必快去。
πέποιθα δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
然而我想应当打发埃帕弗罗迪托斯到你们那里去,他是我的兄弟、与我一同做工、一同当兵的,也是你们所差遣的、供给我需用的使者。
Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς,
他很想念你们众人,并且极其难过,因为你们听见他病了。
ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, ⸀καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν.
他实在是病了,几乎要死,然而神怜恤他,不但怜恤他,也怜恤我,免得我忧上加忧。
καὶ γὰρ ἠσθένησεν παραπλήσιον ⸀θανάτῳ· ἀλλὰ ὁ θεὸς ⸀ἠλέησεν αὐτόν, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ.
所以我越发急速打发他去,叫你们再见他就可以喜乐,我也可以少些忧愁。
σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε κἀγὼ ἀλυπότερος ὦ.
故此,你们要在主里欢欢乐乐地接待他,而且要尊重这样的人;
προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε,
因他为做克里斯托斯的工夫,几乎至死,不顾性命,要补足你们供给我的不及之处。
ὅτι διὰ τὸ ἔργον ⸀Χριστοῦ μέχρι θανάτου ἤγγισεν, παραβολευσάμενος τῇ ψυχῇ ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.