KoineCommunity Bible Notes
Help Sign up Log in

Translations › zh-literal › 希伯來書

希伯來書 ch. 8

Author unknown

Chinese Literal (Simplified) · Release 1.0 (published 2026-10-09)

1
zh-literal

我们所讲的事,其中第一要紧的,就是我们有这样的大祭司,已经坐在天上至大者宝座的右边,

Original text · Greek

Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς,

2
zh-literal

在圣所,就是真帐幕里,作执事,这帐幕是主所支的,不是人所支的。

Original text · Greek

τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, οὐκ ἄνθρωπος.

3
zh-literal

凡大祭司都是为献礼物和祭物设立的,所以这位大祭司也必须有所献的。

Original text · Greek

πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν ⸂δῶρά τε καὶ θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ⸀ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ.

4
zh-literal

他若在地上,必不得为祭司,因为已经有照律法献礼物的祭司。

Original text · Greek

εἰ μὲν οὖν ἦν ἐπὶ γῆς, οὐδʼ ἂν ἦν ἱερεύς, ὄντων τῶν ⸀προσφερόντων κατὰ ⸀νόμον τὰ δῶρα·

5
zh-literal

他们供奉的事,本是天上事的形状和影像,正如莫伊塞斯将要造帐幕的时候,蒙神警戒他,说:你要谨慎,作各样的物件都要照着在山上指示你的样式。

Original text · Greek

οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσιν τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν· Ὅρα γάρ, φησίν, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει·

6
zh-literal

如今耶稣斯所得的职任是更美的,正如他作更美之约的中保,这约原是凭更美之应许立的。

Original text · Greek

⸀νῦν δὲ διαφορωτέρας τέτυχεν λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστιν διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.

7
zh-literal

那前约若没有瑕疵,就无处寻求后约了。

Original text · Greek

Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος·

8
zh-literal

所以主指责他的百姓说:日子将到,我要与以色列家和尤达斯家另立新约。

Original text · Greek

μεμφόμενος γὰρ αὐτοὺς λέγει· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν,

9
zh-literal

不像我拉着他们祖宗的手,领他们出埃及的时候,与他们所立的约,因为他们不恒心守我的约,我也不理他们,这是主说的。

Original text · Greek

οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος.

10
zh-literal

主又说:那些日子以后,我与以色列家所立的约乃是这样,我要将我的律法放在他们里面,写在他们心上,我要作他们的神,他们要作我的子民。

Original text · Greek

ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς, καὶ ἔσομαι αὐτοῖς εἰς θεόν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν.

11
zh-literal

他们不用各人教导自己的乡邻,和自己的弟兄,说:你该认识主,因为他们从最小的到至大的,都必认识我。

Original text · Greek

καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πολίτην αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγων· Γνῶθι τὸν κύριον, ὅτι πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ ⸀ἕως μεγάλου αὐτῶν,

12
zh-literal

我要宽恕他们的不义,不再记念他们的罪愆。

Original text · Greek

ὅτι ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν ⸀οὐ μὴ μνησθῶ ἔτι.

13
zh-literal

既说新约,就以前约为旧了,但那渐旧渐衰的,就必快归无有了。

Original text · Greek

ἐν τῷ λέγειν Καινὴν πεπαλαίωκεν τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ.