这梅尔基塞德克就是萨莱姆王,又是至高神的祭司,本是长远为祭司的。他当阿布拉安杀败诸王回来的时候,就迎接他,给他祝福;
Οὗτος γὰρ ὁ Μελχισέδεκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν,
阿布拉安也将自己所得来的,取十分之一奉给他,他头一个名字翻出来就是义王,他又名萨莱姆王,就是平安王的意思;
ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστιν βασιλεὺς εἰρήνης,
他无父,无母,无族谱,无生之始,无命之终,乃是与神的儿子相似,他仍旧是祭司,直到永远。
ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.
你们想一想,先祖阿布拉安将他所掳来上等之物取十分之一给他,这人是何等尊贵呢!
Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ ⸀καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.
那得祭司职任的莱维子孙,领命照例向百姓取十分之一,这百姓是自己的弟兄,虽是从阿布拉安身中生的,还是照例取十分之一;
καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτʼ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ·
独有梅尔基塞德克不与他们同谱,倒收纳阿布拉安的十分之一,为那蒙应许的阿布拉安祝福。
ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν ⸀Ἀβραάμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν.
从来位分大的给位分小的祝福,这是驳不倒的理。
χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.
在这里收十分之一的都是必死的人,但在那里收十分之一的,有为他作见证的说,他是活的。
καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.
并且可说,那受十分之一的莱维,也是藉着阿布拉安纳了十分之一,
καὶ ὡς ἔπος εἰπεῖν, διʼ Ἀβραὰμ καὶ Λευὶ ὁ δεκάτας λαμβάνων δεδεκάτωται,
因为梅尔基塞德克迎接阿布拉安的时候,莱维已经在他先祖的身中。
ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ Μελχισέδεκ.
从前百姓在莱维人祭司职任以下受律法,倘若藉这职任能得完全,又何用另外兴起一位祭司,照梅尔基塞德克的等次,不照阿阿伦的等次呢?
Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν, ὁ λαὸς γὰρ ἐπʼ ⸀αὐτῆς νενομοθέτηται, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;
祭司的职任既已更改,律法也必须更改。
μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.
因为这话所指的人本属别的支派,那支派里从来没有一人伺候祭坛。
ἐφʼ ὃν γὰρ λέγεται ταῦτα φυλῆς ἑτέρας μετέσχηκεν, ἀφʼ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ·
我们的主分明是从尤达斯支派出来的,但莫伊塞斯并没有指着这支派提到祭司的事。
πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν, εἰς ἣν φυλὴν περὶ ἱερέων οὐδὲν Μωϋσῆς ἐλάλησεν.
倘若照梅尔基塞德克的样式,另外兴起一位祭司来,我的话更是显而易见的了。
καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος,
他成为祭司,并不是照属肉体的条例,乃是照无穷之生命的大能。
ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου,
因为有给他作见证的说:你是照着梅尔基塞德克的等次永远为祭司。
μαρτυρεῖται γὰρ ὅτι Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ.
先前的条例因软弱无益,所以废掉了,
ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές
——律法原来什么都没有成全——就引进了更美的指望,靠这指望我们便可以进到神面前。
— οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος — ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, διʼ ἧς ἐγγίζομεν τῷ θεῷ.
再者,耶稣斯为祭司,并不是不起誓立的。
Καὶ καθʼ ὅσον οὐ χωρὶς ὁρκωμοσίας,
——那些祭司都不是起誓立的,只有耶稣斯是起誓立的,因为那立他的对他说:主起了誓,决不后悔,你是永远为祭司——
— οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας ⸂εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν· Ὤμοσεν κύριος, καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα—
既是起誓立的,耶稣斯就作了更美之约的中保。
κατὰ ⸀τοσοῦτο ⸀καὶ κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς.
那些成为祭司的,数目本来多,是因为有死阻隔,不能长久,
καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν·
这位既是永远长存的,他祭司的职任就长久不更换。
ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην·
凡靠着他进到神面前的人,他都能拯救到底,因为他是长远活着,替他们祈求。
ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους διʼ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
像这样圣洁、无邪恶、无玷污、远离罪人、高过诸天的大祭司,本来是与我们合宜的。
Τοιοῦτος γὰρ ἡμῖν ⸀καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος,
他不像那些大祭司,每日必须先为自己的罪,后为百姓的罪献祭,因为他只一次将自己献上,就把这事成全了。
ὃς οὐκ ἔχει καθʼ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· ⸀τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας.
律法本是立软弱的人为大祭司,但在律法以后起誓的话语,是立儿子为大祭司,乃是成全到永远的。
ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱόν, εἰς τὸν αἰῶνα τετελειωμένον.