弟兄们,若有人偶然被过犯所胜,你们属灵的人就当用温柔的灵挽回他,又当自己小心,恐怕也被引诱。
Ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς.
你们各人的重担要互相担当,如此就完全了克里斯托斯的律法。
ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ.
人若无有,自己还以为有,就是自欺了。
εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν, φρεναπατᾷ ἑαυτόν ·
各人应当察验自己的行为,这样,他的夸口就单单在自己,不在别人了;
τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον,
因为各人必担当自己的担子。
ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.
在话语上受教的,当将一切美好的东西与教导他的人共享。
Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς.
不要自欺,神是轻慢不得的,人种的是什么,收的也是什么。
μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει·
顺着自己肉体撒种的,必从肉体收败坏;顺着圣灵撒种的,必从圣灵收永生。
ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.
我们行善,不可丧志,若不灰心,到了时候就要收成。
τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐγκακῶμεν καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι.
所以,有了机会,就当向众人行善,向信的一家人更当这样。
ἄρα οὖν ὡς καιρὸν ἔχομεν ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.
请看,我亲手写给你们的字是何等的大呢。
Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί.
凡希图在肉体上体面的人,都勉强你们受割礼,无非是怕自己为克里斯托斯的十字架受逼迫。
ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα τῷ σταυρῷ τοῦ Χριστοῦ μὴ διώκωνται·
他们那些受割礼的,连自己也不守律法,他们愿意你们受割礼,不过要藉着你们的肉体夸口。
οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.
但我断不以别的夸口,只夸我们主耶稣斯·克里斯托斯的十字架,因这十字架,就我而论,世界已经钉在十字架上;就世界而论,我已经钉在十字架上。
ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, διʼ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ κόσμῳ.
受割礼不受割礼都无关紧要,要紧的乃是作新造的人。
οὔτε γὰρ περιτομή τί ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις.
凡照这准则而行的,愿平安、怜悯加给他们,和神的以色列民。
καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπʼ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.
从今以后,人都不要搅扰我,因为我身上带着耶稣斯的印记。
Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω, ἐγὼ γὰρ τὰ στίγματα τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.
弟兄们,愿我们主耶稣斯·克里斯托斯的恩典常在你们心里。阿们。
Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.