克里斯托斯释放了我们,叫我们得以自由,所以要站立得稳,不要再被奴仆的轭挟制。
τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
看哪,我帕伍洛斯告诉你们,若受割礼,克里斯托斯就与你们无益了。
Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.
我再指着凡受割礼的人确实地说,他是欠着行全律法的债。
μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.
你们这要靠律法称义的,是与克里斯托斯隔绝,从恩典中坠落了。
κατηργήθητε ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.
我们靠着圣灵,凭着信,等候所盼望的义。
ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.
原来在克里斯托斯·耶稣斯里,受割礼不受割礼都无关紧要,惟独使人生发仁爱的信才有功效。
ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις διʼ ἀγάπης ἐνεργουμένη.
你们向来跑得好,有谁拦阻你们,叫你们不顺从真理呢?
Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι;
这种劝诱不是出于那召你们的。
ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.
一点面酵能使全团发起来。
μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.
我在主里很信你们必不怀别样的心;但搅扰你们的,无论是谁,必担当他的罪名。
ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ἐὰν ᾖ.
弟兄们,我若仍旧传割礼,为什么还受逼迫呢?若是这样,十字架讨厌的地方就没有了。
ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.
恨不得那搅乱你们的人,把自己割绝了。
ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
弟兄们,你们蒙召是要得自由,只是不可将你们的自由当作机会放纵肉体,总要用爱心互相服事。
Ὑμεῖς γὰρ ἐπʼ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις·
因为全律法都包在爱人如己这一句话语之内了。
ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται ἐν τῷ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν
你们要谨慎,若相咬相吞,只怕要彼此消灭了。
εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπʼ ἀλλήλων ἀναλωθῆτε.
我说,你们当顺着圣灵而行,就不放纵肉体的情欲了。
Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.
因为肉体和圣灵相争,圣灵和肉体相争,二者互相敌对,使你们不能做所愿意做的。
ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἃ ἐὰν θέλητε ταῦτα ποιῆτε.
但你们若被圣灵引导,就不在律法以下。
εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.
肉体的事都是显而易见的,就如淫乱、污秽、邪荡、
φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια,
拜偶像、行邪术、仇恨、争竞、嫉妒、恼怒、结党、纷争、异端、
εἰδωλολατρία, φαρμακεία, ἔχθραι, ἔρις, ζῆλος, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,
嫉妒、醉酒、荒宴等类,我从前告诉你们,现在又告诉你们,行这样事的人,必不能承受神的国。
φθόνοι μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.
圣灵所结的果子,就是仁爱、喜乐、和平、忍耐、恩慈、良善、信、
Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,
温柔、节制;这样的事没有律法禁止。
πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος.
凡属克里斯托斯的人,是已经把肉体连肉体的邪情私欲同钉在十字架上了。
οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.
我们若是靠圣灵得生,就当靠圣灵行事。
εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.
不要贪图虚名,彼此惹气,互相嫉妒。
μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.