KoineCommunity Bible Notes
Help Sign up Log in

Translations › zh-literal › 以弗所書

以弗所書 ch. 3

Traditional author: Paul

Chinese Literal (Simplified) · Release 1.0 (published 2026-10-09)

1
zh-literal

因此,我帕伍洛斯,为你们外邦人作了克里斯托斯·耶稣斯被囚的,替你们祈祷——

Original text · Greek

Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν—

2
zh-literal

谅必你们曾听见神赐恩典给我,将关切你们的职分托付我,

Original text · Greek

εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς,

3
zh-literal

用启示使我知道这奥秘,正如我以前略略写过的。

Original text · Greek

ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ,

4
zh-literal

你们念了,就能晓得我深知克里斯托斯的奥秘,

Original text · Greek

πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ,

5
zh-literal

这奥秘在以前的世代没有叫人知道,像如今藉着圣灵启示他的圣使徒和先知一样。

Original text · Greek

ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι,

6
zh-literal

这奥秘就是外邦人在克里斯托斯·耶稣斯里,藉着福音,得以同为后嗣,同为一体,同蒙应许。

Original text · Greek

εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ἐν Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου,

7
zh-literal

我作了这福音的执事,是照神恩典的恩赐,这恩赐是照他运行的大能赐给我的。

Original text · Greek

οὗ ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ.

8
zh-literal

我本来比众圣徒中最小的还小,然而他还赐我这恩典,叫我把克里斯托斯那测不透的丰富传给外邦人,

Original text · Greek

Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη, τοῖς ἔθνεσιν εὐαγγελίσασθαι τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ Χριστοῦ,

9
zh-literal

又使众人都明白,这历世历代隐藏在创造万物之神里的奥秘是如何安排的,

Original text · Greek

καὶ φωτίσαι ⸀πάντας τίς ἡ οἰκονομία τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι,

10
zh-literal

为要藉着教会,使天上执政的、掌权的,现在得知神百般的智慧,

Original text · Greek

ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ,

11
zh-literal

这是照神从万世以先,在我们主克里斯托斯·耶稣斯里所定的旨意。

Original text · Greek

κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν τῷ Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν,

12
zh-literal

我们因信他,就在他里面放胆无惧,笃信不疑地来到神面前。

Original text · Greek

ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ.

13
zh-literal

所以我求你们,不要因我为你们所受的患难丧胆,这原是你们的荣耀。

Original text · Greek

διὸ αἰτοῦμαι μὴ ἐγκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν.

14
zh-literal

因此,我在父面前屈膝,

Original text · Greek

Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα,

15
zh-literal

天上地上的各家,都是从他得名,

Original text · Greek

ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται,

16
zh-literal

求他按着他丰盛的荣耀,藉着他的灵,叫你们心里的力量刚强起来,

Original text · Greek

ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον,

17
zh-literal

使克里斯托斯因你们的信,住在你们心里,叫你们的爱心有根有基,

Original text · Greek

κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι,

18
zh-literal

能以和众圣徒一同明白其中的宽阔、长阔、高深,

Original text · Greek

ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος,

19
zh-literal

并知道这超乎知识的克里斯托斯的爱,便叫神一切所充满的,充满了你们。

Original text · Greek

γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ.

20
zh-literal

神能照着运行在我们心里的大力,充充足足地成就一切,超过我们所求所想的。

Original text · Greek

Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν,

21
zh-literal

但愿他在教会中,并在克里斯托斯·耶稣斯里,得着荣耀,直到世世代代,永永远远。阿们。

Original text · Greek

αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ καὶ ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων· ἀμήν.