KoineCommunity Bible Notes
Help Sign up Log in

Translations › zh-literal › 以弗所書

以弗所書 ch. 2

Traditional author: Paul

Chinese Literal (Simplified) · Release 1.0 (published 2026-10-09)

1
zh-literal

你们死在过犯罪恶之中,

Original text · Greek

Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις ὑμῶν,

2
zh-literal

那时你们在其中行事为人,随从今世的风俗,顺服空中掌权者的首领,就是现今在悖逆之子心中运行的邪灵;

Original text · Greek

ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας·

3
zh-literal

我们从前也都在他们中间,放纵肉体的私欲,随着肉体和心中所喜好的去行,本为可怒之子,和别人一样。

Original text · Greek

ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἤμεθα τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί·

4
zh-literal

然而神既有丰富的怜悯,因他爱我们的大爱,

Original text · Greek

ὁ δὲ θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς,

5
zh-literal

当我们死在过犯中的时候,便叫我们与克里斯托斯一同活过来——你们被拯救是本乎恩典——

Original text · Greek

καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ Χριστῷ,— χάριτί ἐστε σεσῳσμένοι—

6
zh-literal

他又叫我们与克里斯托斯·耶稣斯一同复活,一同坐在天上,

Original text · Greek

καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ,

7
zh-literal

要将他极丰富的恩典,就是他在克里斯托斯·耶稣斯里向我们所施的恩慈,显明给后来的世代看。

Original text · Greek

ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφʼ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ.

8
zh-literal

你们被拯救是本乎恩典,也因着信,这并不是出于自己,乃是神所赐的;

Original text · Greek

τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, θεοῦ τὸ δῶρον·

9
zh-literal

也不是出于行为,免得有人自夸。

Original text · Greek

οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.

10
zh-literal

我们原是他的工作,在克里斯托斯·耶稣斯里造成的,为要叫我们行善,就是神所预备叫我们行的。

Original text · Greek

αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.

11
zh-literal

所以你们要记念,你们从前按肉体是外邦人,是那称为没受割礼的,那些称为受割礼的,是凭人手在肉体上所行的;

Original text · Greek

Διὸ μνημονεύετε ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου,

12
zh-literal

那时你们与克里斯托斯无关,在以色列国民以外,在所应许的诸约上是局外人,并且活在世上没有指望,没有神。

Original text · Greek

ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.

13
zh-literal

你们从前远离神的人,如今却在克里斯托斯·耶稣斯里,靠着克里斯托斯的血,已经得亲近了。

Original text · Greek

νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ.

14
zh-literal

因他使我们和睦,将两下合而为一,拆毁了中间隔断的墙;

Original text · Greek

Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας,

15
zh-literal

就是那仇恨,就是在他肉体中,废掉了那记在律法上的诫命规条,为要将两下藉着自己造成一个新人,成就和睦,

Original text · Greek

τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν αὑτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην,

16
zh-literal

既在十字架上灭了仇恨,便藉这十字架使两下归为一体,与神和好了,

Original text · Greek

καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ.

17
zh-literal

并且来传和平的福音给你们远离神的人,也给那些近处的人;

Original text · Greek

καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ εἰρήνην τοῖς ἐγγύς·

18
zh-literal

因为我们两下藉着他,被一个圣灵所感,得以进到父面前。

Original text · Greek

ὅτι διʼ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα.

19
zh-literal

这样,你们不再作外人和客旅,是与圣徒同国,是神家里的人了;

Original text · Greek

ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ ἐστὲ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ,

20
zh-literal

并且被建造在使徒和先知的根基上,有克里斯托斯·耶稣斯自己为房角石,

Original text · Greek

ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ,

21
zh-literal

各房靠他联络得合式,渐渐成为主的圣殿;

Original text · Greek

ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ,

22
zh-literal

你们也靠他同被建造,成为神藉着圣灵居住的所在。

Original text · Greek

ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι.