KoineCommunity Bible Notes
Help Sign up Log in

Translations › zh-literal › 歌羅西書

歌羅西書 ch. 4

Traditional author: Paul

Chinese Literal (Simplified) · Release 1.0 (published 2026-10-09)

1
zh-literal

你们作主人的,要公公平平地待仆人,因为知道你们也有一位主在天上。

Original text · Greek

Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν ⸀οὐρανῷ.

2
zh-literal

你们要恒切祷告,在此警醒感恩。

Original text · Greek

Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ,

3
zh-literal

也要为我们祷告,求神给我们开话语的门,能以讲克里斯托斯的奥秘,我为此被捆锁,

Original text · Greek

προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, διʼ ὃ καὶ δέδεμαι,

4
zh-literal

叫我按着所该说的话将这奥秘发明出来。

Original text · Greek

ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι.

5
zh-literal

你们要爱惜光阴,用智慧与外人交往。

Original text · Greek

Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.

6
zh-literal

你们的话语要常常带着恩典,好像用盐调和,就可知道该怎样回答各人。

Original text · Greek

ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.

7
zh-literal

有我所亲爱、忠心服侍我、和我一同做主仆人的提基科斯,要把我的一切事情都告诉你们。

Original text · Greek

Τὰ κατʼ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τύχικος ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν κυρίῳ,

8
zh-literal

我特意打发他到你们那里去,好叫你们知道我们的光景,又叫他安慰你们的心。

Original text · Greek

ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο ἵνα ⸂γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν,

9
zh-literal

我又打发一位亲爱忠心的兄弟奥内西莫斯同去,他是你们那里的人,他们要把这里一切的事都告诉你们。

Original text · Greek

σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε.

10
zh-literal

与我一同坐监的阿里斯塔尔科斯问你们安,巴尔纳巴斯的表弟马尔科斯也问你们安,(说到马尔科斯,你们已经领了吩咐,他若到了你们那里,你们就接待他)。

Original text · Greek

Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μᾶρκος ὁ ἀνεψιὸς Βαρναβᾶ, περὶ οὗ ἐλάβετε ἐντολάς, ἐὰν ἔλθῃ πρὸς ὑμᾶς δέξασθε αὐτόν,

11
zh-literal

耶稣斯又称尤斯托斯,也问你们安,奉割礼的人中,只有这三个人是为神的国与我一同做工的,也是叫我心里得安慰的。

Original text · Greek

καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.

12
zh-literal

有你们那里的人,作克里斯托斯·耶稣斯仆人的埃帕弗拉斯问你们安,他在祷告之间,常为你们竭力地祈求,愿你们在神一切的旨意上,得以完全,信心充足,能站立得稳。

Original text · Greek

ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος ⸀Χριστοῦ Ἰησοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα ⸀σταθῆτε τέλειοι καὶ ⸀πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ θεοῦ.

13
zh-literal

我可以给他作见证,他为你们和拉奥迪凯亚并希埃拉波利斯的弟兄多多地劳苦。

Original text · Greek

μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ⸂πολὺν πόνον ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει.

14
zh-literal

所亲爱的医生卢卡斯,和德马斯问你们安。

Original text · Greek

ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς καὶ Δημᾶς.

15
zh-literal

请问拉奥迪凯亚的弟兄,和宁法,并她家里的教会安。

Original text · Greek

Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς καὶ Νύμφαν καὶ τὴν κατʼ οἶκον αὐτῆς ἐκκλησίαν.

16
zh-literal

你们念了这书信,便交给拉奥迪凯亚人的教会,叫他们也念,你们也要念从拉奥迪凯亚来的书信。

Original text · Greek

καὶ ὅταν ἀναγνωσθῇ παρʼ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.

17
zh-literal

要对阿尔希波斯说:你要谨慎,尽你从主所受的职分。

Original text · Greek

καὶ εἴπατε Ἀρχίππῳ· Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν κυρίῳ, ἵνα αὐτὴν πληροῖς.

18
zh-literal

我帕伍洛斯亲笔问你们安。你们要记念我的捆锁。愿恩典常与你们同在。

Original text · Greek

Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. μνημονεύετέ μου τῶν δεσμῶν. ἡ χάρις μεθʼ ὑμῶν.