所以,你们若真与克里斯托斯一同复活,就当求在上面的事,那里有克里斯托斯坐在神的右边。
Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος·
你们要思念上面的事,不要思念地上的事。
τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.
因为你们已经死了,你们的生命与克里斯托斯一同藏在神里面。
ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ·
克里斯托斯是我们的生命,他显现的时候,你们也要与他一同显现在荣耀里。
ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ⸀ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
所以要治死你们在地上的肢体,就如淫乱、污秽、邪情、恶欲,和贪婪,贪婪就与拜偶像一样。
Νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία,
因这些事,神的忿怒必临到那悖逆之子。
διʼ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ⸂ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
当你们在这些事中活着的时候,也曾在其中行事。
ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν ⸀τούτοις·
但现在你们要弃绝这一切的事,就是恼恨、忿怒、恶毒(或作阴毒)、毁谤,并口中污秽的言语。
νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν·
不要彼此说谎,因你们已经脱去旧人和旧人的行为,
μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ,
穿上了新人,这新人在知识上渐渐更新,正如造他主的形像。
καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατʼ εἰκόνα τοῦ κτίσαντος αὐτόν,
在此并不分希腊人、犹迪亚人,受割礼的、未受割礼的,化外人、斯基泰人、为奴的、自主的,惟有克里斯托斯是包括一切,又住在各人之内。
ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ ⸀πάντα καὶ ἐν πᾶσιν Χριστός.
所以,你们既是神的选民,圣洁蒙爱的人,就要存怜悯、恩慈、谦虚、温柔、忍耐的心。
Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ χρηστότητα ταπεινοφροσύνην πραΰτητα μακροθυμίαν,
倘若这人与那人有嫌隙,总要彼此包容,彼此饶恕;主怎样饶恕了你们,你们也要怎样饶恕人。
ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ ⸀κύριος ἐχαρίσατο ὑμῖν, οὕτως καὶ ὑμεῖς·
在这一切之外,要存着爱心,爱心就是联络全德的。
ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, ὅ ἐστιν σύνδεσμος τῆς τελειότητος.
又要叫克里斯托斯的平安在你们心里作主,你们也为此蒙召,归为一体,且要存感谢的心。
καὶ ἡ εἰρήνη τοῦ ⸀Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε.
当用各样的智慧,把克里斯托斯的话语丰丰富富地存在心里,用诗章、颂词、灵歌,彼此教导,互相劝戒,心被恩典感动,歌颂神。
ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτούς, ψαλμοῖς ὕμνοις ᾠδαῖς πνευματικαῖς ἐν ⸀τῇ χάριτι, ᾄδοντες ἐν ⸀ταῖς καρδίαις ὑμῶν τῷ θεῷ·
无论做什么,或在话语上,或在行事上,都要奉主耶稣斯的名,藉着他感谢父神。
καὶ πᾶν ὅ τι ⸀ἐὰν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ ⸀θεῷ πατρὶ διʼ αὐτοῦ.
你们作妻子的,当顺服自己的丈夫,这在主里面是相宜的。
Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν κυρίῳ.
你们作丈夫的,要爱你们的妻子,不可苦待她们。
οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.
你们作儿女的,要凡事听从父母,因为这是主所喜悦的。
τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα, τοῦτο γὰρ ⸀εὐάρεστόν ἐστιν ἐν κυρίῳ.
你们作父亲的,不要惹儿女的气,恐怕他们失了志气。
οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν.
你们作仆人的,要凡事听从你们肉体的主人,不要只在眼前侍奉,像是讨人喜欢的,总要存心诚实,敬畏主。
Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα ⸀κυρίοις, μὴ ἐν ὀφθαλμοδουλίαις ὡς ἀνθρωπάρεσκοι, ἀλλʼ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν ⸀κύριον.
无论做什么,都要从心里做,像是给主做的,不是给人做的,
ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις,
因你们知道,从主那里必得着基业为赏赐,你们所侍奉的乃是主克里斯托斯。
εἰδότες ὅτι ἀπὸ κυρίου ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ κυρίῳ Χριστῷ δουλεύετε·
那行不义的人必受不义的报应,主并不偏待人。
ὁ γὰρ ἀδικῶν κομίσεται ὃ ἠδίκησεν, καὶ οὐκ ἔστιν προσωπολημψία.