KoineCommunity Bible Notes
Help Sign up Log in

Translations › zh-literal › 哥林多前書

哥林多前書 ch. 5

Traditional author: Paul

Chinese Literal (Simplified) · Release 1.0 (published 2026-10-09)

1
zh-literal

听说你们中间有淫乱的事,这样的淫乱连外邦人中也没有,就是有人娶了他父亲的妻子。

Original text · Greek

Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.

2
zh-literal

你们还是自高自大,并不哀痛,把行这事的人从你们中间赶出去。

Original text · Greek

καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας

3
zh-literal

我身体虽不在你们那里,心却在那里,好像亲自与你们同在,已经判定了行这事的人,

Original text · Greek

Ἐγὼ μὲν γάρ, ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον

4
zh-literal

就是你们聚会的时候,我的心也和你们同在,奉我们主耶稣斯的名,并借着我们主耶稣斯的权能,

Original text · Greek

ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ

5
zh-literal

要把这样的人交给萨塔纳斯,使他的肉体败坏,好叫他的灵魂在主的日子可以被拯救。

Original text · Greek

παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου

6
zh-literal

你们这自夸是不好的。岂不知一点面酵能使全团都发起来吗?

Original text · Greek

Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;

7
zh-literal

你们要把旧酵除净,好使你们成为新团,正如你们是无酵的一样;因为我们逾越节的羔羊克里斯托斯已经被献为祭;

Original text · Greek

ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός·

8
zh-literal

所以我们守这节,不可用旧酵,也不可用恶毒邪恶的酵,只用无酵的诚实真理。

Original text · Greek

ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλʼ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.

9
zh-literal

我先前写信给你们说,不可与淫乱的人相交,

Original text · Greek

Ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις,

10
zh-literal

此话不是指这世上一概行淫乱的,或贪婪的,勒索的,或拜偶像的说的;若是这样,你们就必须离开这世界了。

Original text · Greek

οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις καὶ ἅρπαξιν ἢ εἰδωλολάτραις, ἐπεὶ ὠφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.

11
zh-literal

但如今我写信给你们说,若有人称为弟兄,却是行淫乱的,或贪婪的,或拜偶像的,或辱骂人的,或醉酒的,或勒索的,这样的人不可与他相交,就是与他吃饭都不可。

Original text · Greek

νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.

12
zh-literal

因为审判外人与我何干呢?你们不是要审判里面的人吗?

Original text · Greek

τί γάρ μοι τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε,

13
zh-literal

至于外人,神会审判他们。你们应当把那恶人从你们中间赶出去。

Original text · Greek

τοὺς δὲ ἔξω ὁ θεὸς κρίνει ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.