KoineCommunity Bible Notes
Help Sign up Log in

Translations › zh-literal › 哥林多前書

哥林多前書 ch. 4

Traditional author: Paul

Chinese Literal (Simplified) · Release 1.0 (published 2026-10-09)

1
zh-literal

人应当这样把我们看作克里斯托斯的仆役,和神奥秘事的管家。

Original text · Greek

Οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ.

2
zh-literal

于是,所求于管家的,是要他被看为忠心。

Original text · Greek

ὧδε λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ.

3
zh-literal

我被你们评断,或被人间的法庭审问,我都以为是极小的事;连我自己也不评断自己。

Original text · Greek

ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφʼ ὑμῶν ἀνακριθῶ ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλʼ οὐδὲ ἐμαυτὸν ἀνακρίνω·

4
zh-literal

我虽然自己不觉得有什么错,却也不能因此被称义,判断我的乃是主。

Original text · Greek

οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα, ἀλλʼ οὐκ ἐν τούτῳ δεδικαίωμαι, ὁ δὲ ἀνακρίνων με κύριός ἐστιν.

5
zh-literal

所以,时候未到,什么都不要论断,只等主来,他要照出暗中的隐情,显明人心的意念;那时,各人要从神那里得着称赞。

Original text · Greek

ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ θεοῦ.

6
zh-literal

弟兄们,我为你们的缘故,拿这些事转比自己和阿波罗斯,叫你们藉着我们学会不越过经上所记的,免得你们中间有人为一人自高,看轻另一人。

Original text · Greek

Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλῶν διʼ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τό· Μὴ ὑπὲρ ἃ γέγραπται ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου.

7
zh-literal

使你与人不同的是谁呢?你有什么不是领受的呢?若是领受的,为何自夸,仿佛不是领受的呢?

Original text · Greek

τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;

8
zh-literal

你们已经饱足了,已经丰富了,没有我们,自己就作王了。我巴不得你们果真作了王,叫我们也可以与你们一同作王。

Original text · Greek

Ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν.

9
zh-literal

我想神把我们使徒明显列在末后,好像定死罪的囚犯,因为我们成了一台戏,给世界、天使和世人观看。

Original text · Greek

δοκῶ γάρ ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις.

10
zh-literal

我们为克里斯托斯的缘故算是愚拙的,你们在克里斯托斯里倒是聪明的;我们软弱,你们倒强壮;你们有荣耀,我们倒被藐视。

Original text · Greek

ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.

11
zh-literal

直到现在,我们还是又饥又渴,又赤身露体,又挨打,又没有一定的住处,

Original text · Greek

ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν

12
zh-literal

并且劳苦,亲手做工;被人咒骂,我们就祝福;被人逼迫,我们就忍受;

Original text · Greek

καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα,

13
zh-literal

被人毁谤,我们就好言相劝;直到如今,我们还被看作世上的污秽,万物的渣滓。

Original text · Greek

δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι.

14
zh-literal

我写这些话,不是要叫你们羞愧,乃是要警戒你们,好像我所亲爱的儿女一样。

Original text · Greek

Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλʼ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶν

15
zh-literal

你们在克里斯托斯里,纵有一万个师傅,父亲却是不多的,因为我在克里斯托斯·耶稣斯里,是藉着福音生了你们。

Original text · Greek

ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλʼ οὐ πολλοὺς πατέρας, ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα.

16
zh-literal

所以我求你们,要效法我。

Original text · Greek

παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

17
zh-literal

因此我打发提莫特奥斯到你们那里去,他在主里面是我所亲爱、有忠心的儿子,他要提醒你们记念我在克里斯托斯·耶稣斯里的行事,正如我在各处、各教会中所教导的。

Original text · Greek

διὰ τοῦτο ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστίν μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ Ἰησοῦ καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω.

18
zh-literal

有些人以为我不到你们那里去,就自高自大。

Original text · Greek

ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες·

19
zh-literal

然而,主若许我,我必快到你们那里去,我所要知道的,不是那些自高自大之人的话语,乃是他们的权能。

Original text · Greek

ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς, ἐὰν ὁ κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν,

20
zh-literal

因为神的国不在乎话语,乃在乎权能。

Original text · Greek

οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ ἀλλʼ ἐν δυνάμει.

21
zh-literal

你们愿意怎样呢?是愿意我带着刑杖到你们那里去呢?还是要我存慈爱温柔的心呢?

Original text · Greek

τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματί τε πραΰτητος;