そしてイエスは宮から出て行った、そして彼の弟子たちが、宮の建物を彼に示すために近づいて来た。
Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ·
そして彼は答えて彼らに言った、あなたたちはこれらすべてを見ないのか。まことに私はあなたたちに言う、ここに石が石の上に残されることはなく、すべて崩されるであろう。
ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ βλέπετε ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται.
そして彼がオリーブの山に座っていると、弟子たちが自分たちだけで彼に近づいて来て、言った、これらのことがいつ起こるか、そしてあなたの来臨と世の終わりのしるしは何か、私たちに言ってください。
Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατʼ ἰδίαν λέγοντες· Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ συντελείας τοῦ αἰῶνος.
そしてイエスは答えて彼らに言った、誰もあなたたちを惑わさないように気をつけよ。
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ·
なぜなら多くの者たちが、私はクリストスである、と言いながら私の名において来て、そして多くの者たちを惑わすであろうから。
πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· Ἐγώ εἰμι ὁ χριστός, καὶ πολλοὺς πλανήσουσιν.
そしてあなたたちは、戦争と戦争のうわさを聞くことになるであろう。気をつけよ、動揺するな。なぜなら起こらねばならないが、しかしまだ終わりではないからである。
μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλʼ οὔπω ἐστὶν τὸ τέλος.
なぜなら民は民に逆らって、王国は王国に逆らって立ち上がり、そして方々に飢饉と地震があるであろうから。
ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους·
しかしこれらすべては産みの苦しみの始まりである。
πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
そのとき人々はあなたたちを苦難に引き渡し、そしてあなたたちを殺すであろう。そしてあなたたちは、私の名のゆえに、すべての民に憎まれるであろう。
Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου.
そしてそのとき多くの者たちがつまずき、そして互いに裏切り合い、そして互いに憎み合うであろう。
καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους·
そして多くの偽預言者たちが起こって、多くの者たちを惑わすであろう。
καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς·
そして不法が増し加わるので、多くの者たちの愛は冷えるであろう。
καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.
しかし終わりまで耐え忍んだ者、この者は救われるであろう。
ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
そしてこの王国の福音は、すべての民への証しとして、全世界で宣べ伝えられるであろう。そしてそのとき終わりが来るであろう。
καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος.
それゆえ、預言者ダニエルを通して語られた荒廃をもたらす忌むべきものが、聖なる場所に立っているのを見るとき——読む者は理解せよ——
Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω,
そのとき、イオウダイアにいる者たちは山々へ逃げよ。
τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ ὄρη,
屋上にいる者は、自分の家から何かを取り出すために降りるな。
ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ,
そして畑にいる者は、自分の衣を取るために後ろへ戻るな。
καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
そしてそれらの日々には、身重の女たちと乳飲み子を持つ女たちに災いあれ。
οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
そしてあなたたちの逃避が冬や安息日に起こらないようにと祈れ。
προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ·
なぜならそのとき、世の初めから今に至るまで起こったことがなく、また決して起こることのないような、大きな苦難があるであろうから。
ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπʼ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδʼ οὐ μὴ γένηται.
そしてもしそれらの日々が短くされなかったなら、いかなる肉も救われないであろう。しかし選ばれた者たちのゆえに、それらの日々は短くされるであろう。
καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.
そのとき、もし誰かがあなたたちに、見よ、ここにクリストスがいる、または、ここに、と言っても、信じるな。
τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ ὧδε ὁ χριστός, ἤ· Ὧδε, μὴ πιστεύσητε·
なぜなら、偽クリストたちと偽預言者たちが起こって、可能であれば選ばれた者たちをも惑わすために、大きなしるしと不思議を行うであろうから。
ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε πλανῆσαι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς·
見よ、私はあなたたちに前もって言った。
ἰδοὺ προείρηκα ὑμῖν.
それゆえもし彼らがあなたたちに、見よ、彼は荒野にいる、と言っても出て行くな。見よ、奥の部屋にいる、と言っても信じるな。
ἐὰν οὖν εἴπωσιν ὑμῖν· Ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε·
なぜなら、ちょうど稲妻が東から出て、西にまで現れるように、人の子の来臨もそのようであろうから。
ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
死体があるところ、そこに鷲たちが集まるであろう。
ὅπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
そしてそれらの日々の苦難の直後、太陽は暗くなり、そして月はその光を放たず、そして星々は天から落ち、そして天の諸力は揺り動かされるであろう。
Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
そしてそのとき、人の子のしるしが天に現れるであろう。そしてそのとき、地のすべての部族は嘆き、そして人の子が力と大いなる栄光をもって天の雲に乗って来るのを見るであろう。
καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς·
そして彼は大きなラッパの音と共に自分の御使いたちを遣わすであろう、そして彼らは、天の果てからその果てに至るまで、四方の風から彼の選ばれた者たちを集めるであろう。
καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπʼ ἄκρων οὐρανῶν ἕως τῶν ἄκρων αὐτῶν.
そしていちじくの木からこの譬えを学べ。その枝がすでに柔らかくなり、葉が出て来ると、あなたたちは夏が近いことを知る。
Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος·
このように、あなたたちも、これらすべてのことを見るとき、それが戸口の近くにいることを知れ。
οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε πάντα ταῦτα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
まことに私はあなたたちに言う、これらすべてのことが起こるまで、この世代は決して過ぎ去らないであろう。
ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται.
天と地は過ぎ去るであろうが、私の言葉は決して過ぎ去らないであろう。
ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.
しかしその日とその時については、誰も知らない、天の御使いたちも、子も知らない、ただ父だけが知っておられる。
Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος.
なぜなら、ノエの日々のようであったように、人の子の来臨もそのようであろうから。
ὥσπερ γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
なぜなら、大洪水の前の日々に、ノエが箱舟に入った日まで、彼らは食べ、飲み、娶り、嫁がせていたからである。
ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ γαμίζοντες ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν,
そして洪水が来て、すべての者を押し流すまで、彼らは気づかなかった。人の子の来臨もそのようであろう。
καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
そのとき二人が畑にいるであろう、一人は取られ、一人は残される。
τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται·
二人の女が臼を挽いているであろう、一人は取られ、一人は残される。
δύο ἀλήθουσαι ἐν τῷ μύλῳ μία παραλαμβάνεται καὶ μία ἀφίεται.
それゆえ目を覚ましていよ、なぜならあなたたちの主がどの日に来るか、あなたたちは知らないからである。
γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται.
しかしこのことを知れ、もし家の主人が、どの見張りの時に盗人が来るかを知っていたなら、彼は目を覚ましていて、自分の家に穴を開けられることを許さなかったであろう。
ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ.
それゆえあなたたちも備えていなさい、あなたたちが思わない時に、人の子は来るからである。
διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ οὐ δοκεῖτε ὥρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
それでは、主人が自分の家の者たちの上に立てて、時に応じて彼らに食物を与えさせる、忠実で賢い僕とは誰であろうか。
Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ κύριος ἐπὶ τῆς οἰκετείας αὐτοῦ τοῦ δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;
その僕は幸いである、彼の主人が来たとき、そのようにしているのを見出されるであろう者は。
μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτως ποιοῦντα·
まことに私はあなたたちに言う、主人は彼を自分のすべての持ち物の上に立てるであろう。
ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
しかしもしその悪い僕が自分の心の中で、私の主人は遅れている、と言い、
ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει μου ὁ κύριος,
そして自分の仲間の僕たちを打ち始め、そして酔っ払いたちと共に食べたり飲んだりするなら、
καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων,
その僕の主人は、彼が予期しない日に、そして彼が知らない時に来るであろう。
ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει,
そして彼を切り裂き、そして彼の受ける分を偽善者たちと共に置くであろう。そこには泣き叫びと歯ぎしりがあるであろう。
καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.