そのときイエスは群衆と自分の弟子たちに語った。
Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ
言って、書記官たちとパリサイオイは、モウセスの座に座った。
λέγων· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι.
それゆえ、彼らがあなたたちに言うことは何でも行い、そして守れ。しかし彼らの行いにならって行うな。なぜなら彼らは言うが、行わないからである。
πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν ποιήσατε καὶ τηρεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν.
そして彼らは重い荷を束ねて、人々の肩の上に載せる。しかし彼ら自身は、自分の指でそれらを動かすことさえ望まない。
δεσμεύουσιν δὲ φορτία βαρέα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά.
そして彼らは自分たちのすべての行いを、人々に見られるために行う。なぜなら彼らは自分たちの経札1を幅広くし、そして房飾りを大きくするからである。
1 φυλακτήριον(フュラクテーリオン)— 経札(テフィリン)、律法の聖句を収めた小箱を額と腕に着ける習慣。
πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα
そして彼らは宴会での上座と、会堂での上席を好む。
φιλοῦσι δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς
そして市場での挨拶と、人々からラビ、と呼ばれることを。
καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων· Ῥαββί
しかしあなたたちは、ラビ、と呼ばれるな。なぜならあなたたちの教師は一人であり、あなたたちは皆兄弟だからである。
ὑμεῖς δὲ μὴ κληθῆτε· Ῥαββί, εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε·
そして地上であなたたちの父を誰とも呼ぶな。なぜならあなたたちの父は一人、天におられる方だからである。
καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ὑμῶν ὁ πατὴρ ὁ οὐράνιος
また指導者たちと呼ばれるな。なぜならあなたたちの指導者は一人、クリストスだからである。
μηδὲ κληθῆτε καθηγηταί, ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς ὁ χριστός·
そしてあなたたちの中で最も偉大な者は、あなたたちの仕える者となるであろう。
ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.
そして誰でも自分自身を高くする者は低くされ、そして誰でも自分自身を低くする者は高くされるであろう。
ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται
しかしあなたたちに災いあれ、書記官たちとパリサイオイ、偽善者たちよ。あなたたちは人々の前で天の王国を閉ざしているからである。あなたたちは自分たちが入らないばかりか、入ろうとする者たちが入ることも許さない。
Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν
あなたたちに災いあれ、書記官たちとパリサイオイ、偽善者たちよ。あなたたちは一人の改宗者を作るために海と陸を巡り歩き、そして彼がそうなると、あなたたちより二倍もひどいゲエンナの子にする。
Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
あなたたちに災いあれ、盲目の案内人たちよ、誰でも神殿にかけて誓う者は、それは何でもない、しかし誰でも神殿の金にかけて誓う者は、その義務を負う、と言う者たちよ。
Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες· Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν, ὃς δʼ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει.
愚かで盲目の者たちよ、なぜなら、金と、その金を聖なるものとする神殿と、どちらが偉大か。
μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάσας τὸν χρυσόν;
また、誰でも祭壇にかけて誓う者は、それは何でもない、しかし誰でもその上にある供え物にかけて誓う者は、その義務を負う、とも。
καί· Ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν, ὃς δʼ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ ὀφείλει.
盲目の者たちよ、なぜなら、供え物と、その供え物を聖なるものとする祭壇と、どちらが偉大か。
τυφλοί τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον;
それゆえ、祭壇にかけて誓う者は、それにかけて、そしてその上にあるすべてのものにかけて誓っている。
ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ·
そして神殿にかけて誓う者は、それにかけて、そしてそこに住まわれる方にかけて誓っている。
καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικοῦντι αὐτόν·
そして天にかけて誓う者は、神の座にかけて、そしてその上に座っておられる方にかけて誓っている。
καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
あなたたちに災いあれ、書記官たちとパリサイオイ、偽善者たちよ。あなたたちは、はっか、いのんど、クミンの十分の一を納めているが、律法のより重要な事柄、すなわち公正と憐れみと誠実を捨てている。これらを行い、そしてあれらもおろそかにしないべきであった。
Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸ ἔλεος καὶ τὴν πίστιν· ταῦτα ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι
盲目の案内人たちよ、ぶよを漉して除きながら、らくだを飲み込む者たちよ。
ὁδηγοὶ τυφλοί, οἱ διϋλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες.
あなたたちに災いあれ、書記官たちとパリサイオイ、偽善者たちよ。あなたたちは杯と皿の外側を清めるが、内側は強欲と放縦に満ちている。
Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας
盲目のパリサイオイよ、まず杯と皿の内側を清めよ、そうすればその外側も清くなるであろう。
Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτοῦ καθαρόν.
あなたたちに災いあれ、書記官たちとパリサイオイ、偽善者たちよ。あなたたちは、白く塗られた墓に似ている。それらは外側は美しく見えるが、内側は死人の骨とあらゆる汚れに満ちている。
Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας·
このように、あなたたちも外側は人々に義しく見えるが、内側は偽善と不法に満ちている。
οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ ἐστε μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας.
あなたたちに災いあれ、書記官たちとパリサイオイ、偽善者たちよ。あなたたちは預言者たちの墓を建て、そして義人たちの記念碑を飾る。
Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων,
そして言う、もし私たちが自分たちの父祖の日々にいたなら、預言者たちの血において彼らの仲間ではなかったであろう。
καὶ λέγετε· Εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἤμεθα αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν·
それであなたたちは、自分たちが預言者たちを殺した者たちの子であることを、自分自身について証ししている。
ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας.
そしてあなたたちは、あなたたちの父祖たちの量りを満たすがよい。
καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.
蛇たちよ、まむしの子らよ、あなたたちはどうしてゲエンナの裁きから逃れることができようか。
ὄφεις γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης;
それゆえ見よ、私はあなたたちのもとへ預言者たちと知恵ある者たちと書記官たちを遣わす。彼らのうちの者たちを、あなたたちは殺し、十字架につけ、そして彼らのうちの者たちを、あなたたちの会堂で鞭打ち、そして町から町へと追い立てるであろう。
διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν·
それは、地に流されたすべての義しい血が、義人アベルの血から、あなたたちが神殿と祭壇の間で殺した、バラキアスの子ザカリアスの血に至るまで、あなたたちの上に来るためである。
ὅπως ἔλθῃ ἐφʼ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.
まことに私はあなたたちに言う、これらすべてのことは、この世代の上に来るであろう。
ἀμὴν λέγω ὑμῖν, ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.
イエルサレム、イエルサレム、預言者たちを殺し、自分のもとへ遣わされた者たちを石打ちにする者よ——ちょうど雌鳥が自分のひなを翼の下に集めるように、私は何度あなたの子らを集めることを望んだことか、しかしあなたたちは望まなかった。
Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν— ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε;
見よ、あなたたちの家は、あなたたちに、荒れ果てたまま残される。
ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος
なぜなら私はあなたたちに言う、あなたたちが、主の名において来られる方に祝福あれ、と言うときまで、あなたたちは今から決して私を見ないであろうから。
λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπʼ ἄρτι ἕως ἂν εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.