なぜなら天の王国は、自分のぶどう園に働き手を雇うために、朝早く出て行った家の主人である人に似ているからである。
Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
そして働き手たちと一日一デナリオンで合意して、彼は彼らを自分のぶどう園へ遣わした。
συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
そして彼は第三時ごろに出て行って、市場に立っている、他の何もしていない者たちを見た。
καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς·
そして彼はその者たちに言った、あなたたちもぶどう園へ行け、そして正当なものは何でも、私はあなたたちに与えよう。
καὶ ἐκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν·
そして彼らは行った。彼はまた、第六時と第九時ごろに出て行って、同じようにした。
οἱ δὲ ἀπῆλθον. πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως.
そして第十一時ごろに出て行って、彼は他に立っている者たちを見つけた、そして彼らに言う、なぜあなたたちは一日中、ここで何もせずに立っているのか。
περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;
彼らは彼に言う、誰も私たちを雇わなかったからです。彼は彼らに言う、あなたたちもぶどう園へ行け。
λέγουσιν αὐτῷ· Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα
そして夕方になると、ぶどう園の主人は自分の管理人に言う、働き手たちを呼んで、最後の者たちから最初の者たちに至るまで、彼らに賃金を払え。
ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.
そして第十一時ごろの者たちが来て、それぞれ一デナリオンを受け取った。
καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον.
そして最初の者たちが来て、自分たちはもっと多く受け取るだろうと思った。しかし彼らもそれぞれ一デナリオンを受け取った。
καὶ ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι πλεῖον λήμψονται· καὶ ἔλαβον τὸ ἀνὰ δηνάριον καὶ αὐτοί.
そして受け取って、彼らは家の主人に逆らってつぶやいた。
λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου
言いながら、これらの最後の者たちは一時間だけ働いたのに、あなたは彼らを、一日の重荷と暑さを担った私たちと同じにされました。
λέγοντες Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους αὐτοὺς ἡμῖν ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.
そして彼は彼らの一人に答えて言った、友よ、私はあなたに不正をしていない。あなたは一デナリオンで私と合意しなかったか。
ὁ δὲ ἀποκριθεὶς ἑνὶ αὐτῶν εἶπεν· Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι;
あなたのものを取って、行け。私はこの最後の者に、あなたにと同じように与えることを望む。
ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί·
私が自分のものについて望むことを行うのは、私に許されていないのか。それとも、私が善いから、あなたの目は悪いのか。
οὐκ ἔξεστίν μοι ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι;
このように、最後の者たちが最初の者たちとなり、最初の者たちが最後の者たちとなるであろう。
οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι.
そしてイエスはイエロソリュマへ上って行きながら、十二人の弟子たちを自分たちだけで連れて行った、そして道すがら彼らに言った。
Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα μαθητὰς κατʼ ἰδίαν, καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς·
見よ、私たちはイエロソリュマへ上って行く、そして人の子は祭司長たちと書記官たちに引き渡されるであろう、そして彼らは彼を死に定めるであろう。
Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ,
そして彼らは彼を異邦人たちに引き渡すであろう、あざけり、鞭打ち、そして十字架につけるために。そして三日目に彼は起こされるであろう。
καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται
そのとき、ゼベダイオスの息子たちの母が、自分の息子たちと共に彼に近づいて来て、彼を拝み、そして彼に何かを求めた。
Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι παρʼ αὐτοῦ.
そして彼は彼女に言った、あなたは何を望むか。彼女は彼に言う、私のこの二人の息子が、あなたの王国において、一人はあなたの右に、一人はあなたの左に座るように、お命じください。
ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; λέγει αὐτῷ· Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.
そしてイエスは答えて言った、あなたたちは自分が何を求めているか知らない。あなたたちは、私が飲もうとしている杯を飲むことができるか。彼らは彼に言う、私たちはできます。
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν λέγουσιν αὐτῷ· Δυνάμεθα.
彼は彼らに言う、確かにあなたたちは私の杯を飲むであろう、しかし私の右と左に座ることは、私が与えることではなく、私の父によって備えられている者たちのためのものである。
λέγει αὐτοῖς· Τὸ μὲν ποτήριόν μου πίεσθε τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.
そして十人は聞いて、二人の兄弟について憤慨した。
Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν.
そしてイエスは彼らを呼び寄せて、言った、異邦人たちの支配者たちが彼らを支配し、そして偉い者たちが彼らに権力をふるうことを、あなたたちは知っている。
ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν.
あなたたちの間ではそのようであってはならない。むしろ、誰でもあなたたちの間で偉くなることを望む者は、あなたたちの仕える者となれ。
οὐχ οὕτως ἔσται ἐν ὑμῖν· ἀλλʼ ὃς ἂν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος,
そして誰でもあなたたちの間で第一の者であることを望む者は、あなたたちの僕となれ。
καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῶν δοῦλος·
ちょうど人の子が、仕えられるためではなく、仕えるため、そして多くの人の身代金として自分の命を与えるために来たように。
ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
そして彼らがイエリコから出て行くと、多くの群衆が彼に従った。
Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς.
そして見よ、道端に座っていた二人の盲人が、イエスが通り過ぎるのを聞いて、叫んで、言った、主よ、私たちを憐れんでください、ダビドの子よ。
καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· Κύριε, ἐλέησον ἡμᾶς, υἱὸς Δαυίδ.
そして群衆は、彼らが黙るようにと彼らを叱った。しかし彼らはさらに大きな声で叫んで、言った、主よ、私たちを憐れんでください、ダビドの子よ。
ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ἔκραξαν λέγοντες· Κύριε, ἐλέησον ἡμᾶς, υἱὸς Δαυίδ.
そしてイエスは立ち止まって、彼らを呼んで、そして言った、私にあなたたちのために何をしてほしいか。
καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν· Τί θέλετε ποιήσω ὑμῖν;
彼らは彼に言う、主よ、私たちの目が開かれることです。
λέγουσιν αὐτῷ· Κύριε, ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν.
そしてイエスは深く憐れんで、彼らの目に触れた、そしてすぐに彼らは見えるようになり、そして彼に従った。
σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀμμάτων αὐτῶν, καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ.