そしてイエスがこれらの言葉を語り終えると、彼はガリライアから移って、イオルダネスの向こう側のイオウダイアの地方へ来た。
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.
そして多くの群衆が彼に従った、そして彼はそこで彼らを癒した。
καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.
そしてパリサイオイが彼を試みながら近づいて来て、言った、人が自分の妻を、あらゆる理由で離縁することは許されていますか。
Καὶ προσῆλθον αὐτῷ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;
そして彼は答えて言った、あなたたちは、初めに創造した方が彼らを男と女に造られたことを、読まなかったのか。
ὁ δὲ ἀποκριθεὶς εἶπεν Οὐκ ἀνέγνωτε ὅτι ὁ κτίσας ἀπʼ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς
そして言われた、それゆえに人は父と母を離れて、自分の妻に結びつき、そして二人は一つの肉となるであろう。
καὶ εἶπεν· Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν;
それでもはや二人ではなく一つの肉である。それゆえ、神が結び合わせたものを、人は引き離すな。
ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.
彼らは彼に言う、それでは、なぜモウセスは、離縁状を与えて彼女を去らせるようにと命じたのですか。
λέγουσιν αὐτῷ· Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι αὐτήν
彼は彼らに言う、モウセスは、あなたたちの心の頑なさのゆえに、あなたたちの妻を去らせることを許した、しかし初めからそうではなかった。
λέγει αὐτοῖς ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπʼ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως.
しかし私はあなたたちに言う、誰でも淫行の理由によらずに自分の妻を去らせて、他の女を娶る者は、姦淫を犯す。そして去らされた女を娶る者も、姦淫を犯す。
λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.
弟子たちは彼に言う、もし妻との間で人の立場がこのようであるなら、結婚しない方が益です。
Λέγουσιν αὐτῷ οἱ μαθηταί Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.
しかし彼は彼らに言った、すべての人がこの言葉を受け入れるのではなく、与えられている者たちだけである。
ὁ δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον ἀλλʼ οἷς δέδοται.
なぜなら、母の胎からこのように生まれた宦官たちがおり、また人々によって宦官にされた宦官たちがおり、また天の王国のために自分自身を宦官とした宦官たちがいるからである。受け入れることができる者は受け入れるがよい。
εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω.
そのとき、彼が手を彼らの上に置いて祈るようにと、子供たちが彼のもとへ連れて来られた。しかし弟子たちは彼らを叱った。
Τότε προσηνέχθησαν αὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.
しかしイエスは言った、子供たちをそのままにしておけ、そして彼らが私のもとへ来るのを妨げるな。なぜなら天の王国はこのような者たちのものだからである。
ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.
そして彼らの上に手を置いて、彼はそこから去って行った。
καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν.
そして見よ、一人の者が彼に近づいて来て、言った、先生、私は何の良いことを行えば、永遠の命を持つことができますか。
Καὶ ἰδοὺ εἷς προσελθὼν αὐτῷ εἶπεν· Διδάσκαλε τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον;
そして彼は彼に言った、なぜあなたは善いことについて私に尋ねるのか。善い方は一人だけである。しかしもしあなたが命に入ることを望むなら、戒めを守れ。
ὁ δὲ εἶπεν αὐτῷ· Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός· εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρησον τὰς ἐντολάς.
彼は彼に言う、どの戒めですか。そしてイエスは言った、殺すな、姦淫するな、盗むな、偽証するな、
λέγει αὐτῷ· Ποίας; ὁ δὲ Ἰησοῦς εἶπεν Τὸ Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις,
父と母を敬え、そして、あなたの隣人をあなた自身のように愛せよ。
Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
その青年は彼に言う、これらすべてのことを私は守ってきました。まだ何が私に欠けているでしょうか。
λέγει αὐτῷ ὁ νεανίσκος· Πάντα ταῦτα ἐφύλαξα τί ἔτι ὑστερῶ;
イエスは彼に言った、もしあなたが完全でありたいと望むなら、行って、あなたの持ち物を売り、そして貧しい者たちに与えよ。そうすればあなたは天に宝を持つであろう。そして来て、私に従え。
ἔφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς καὶ δεῦρο ἀκολούθει μοι.
しかしその青年はこの言葉を聞いて、悲しみながら去って行った、なぜなら彼は多くの財産を持っていたからである。
ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
そしてイエスは自分の弟子たちに言った、まことに私はあなたたちに言う、富んでいる者は、天の王国に入ることが難しいであろう。
Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·
そしてまた私はあなたたちに言う、富んでいる者が神の王国に入るよりも、らくだが針の穴を通る方が易しい。
πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
そして弟子たちは聞いて、非常に驚いて、言った、それでは誰が救われることができるのですか。
ἀκούσαντες δὲ οἱ μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι;
そしてイエスは彼らを見つめて、言った、人間にとって、これは不可能なことである、しかし神にとって、すべてのことが可能である。
ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά.
そのときペトロスは答えて彼に言った、見てください、私たちはすべてを捨てて、そしてあなたに従いました。それでは私たちに何があるでしょうか。
Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;
そしてイエスは彼らに言った、まことに私はあなたたちに言う、私に従ったあなたたちは、再生において、人の子が自分の栄光の座に座るとき、あなたたちも十二の座に座って、イスラエルの十二の部族を裁くであろう。
ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθήσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
そして誰でも、私の名のゆえに、家々、または兄弟たち、または姉妹たち、または父、または母、または妻、または子供たち、または畑を捨てた者は、百倍を受け、そして永遠の命を受け継ぐであろう。
καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει.
しかし多くの最初の者たちが最後の者たちとなり、最後の者たちが最初の者たちとなるであろう。
πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.