そして彼は十二人を呼び集めて、あらゆる悪霊たちに対する力と権威、そして病を癒す力を彼らに与えた。
Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν,
そして彼は、神の王国を宣べ伝え、そして病人たちを癒すために、彼らを遣わした。
καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενεῖς,
そして彼は彼らに言った、道のために何も持って行くな、杖も、袋も、パンも、銀貨も。また、二枚の下着を持つな。
καὶ εἶπεν πρὸς αὐτούς· Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδον μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε ἀνὰ δύο χιτῶνας ἔχειν.
そしてどの家に入っても、そこに留まり、そしてそこから出て行け。
καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε.
そして誰でもあなたたちを受け入れない者があれば、その町から出て行きながら、彼らへの証しとして、あなたたちの足の塵を払い落とせ。
καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάσσετε εἰς μαρτύριον ἐπʼ αὐτούς.
そして彼らは出て行って、村々を巡り歩きながら、いたるところで福音を告げ知らせ、そして癒しを行った。
ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
そして領主ヘロデスは、起こっているすべてのことを聞いた。そして、ある者たちによって、イオアンネスが死人たちの中から起こされた、と言われていたので、非常に当惑した。
Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετραάρχης τὰ γινόμενα πάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἠγέρθη ἐκ νεκρῶν,
そしてある者たちによっては、エリアスが現れた、と、また他の者たちによっては、昔の預言者の一人が起き上がった、と。
ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
そしてヘロデスは言った、イオアンネスは私が首をはねた。それでは、このような事を私が聞いている、この者は誰なのか。そして彼は彼を見ようとした。
εἶπεν δὲ ὁ Ἡρῴδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος[^9-9a] περὶ οὗ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.
そして使徒たちは帰って来て、自分たちが行ったことを彼に語った。そして彼は彼らを連れて、自分たちだけでベトサイダと呼ばれる町へ退いた。
Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατʼ ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά.
しかし群衆はそれを知って、彼に従った。そして彼は彼らを迎え入れて、神の王国について彼らに語った。そして癒しを必要としている者たちを癒した。
οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.
そして日は傾き始めた。そして十二人は近づいて来て、彼に言った、群衆を去らせてください、彼らが周りの村々や畑へ行って、宿を取り、食料を見つけることができるように。私たちはここ、寂しい場所にいますから。
Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ· Ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.
そして彼は彼らに言った、あなたたちが彼らに食べる物を与えよ。そして彼らは言った、私たちには、五つのパンと二匹の魚の他には何もありません、もし私たちが行って、この民全体のために食べ物を買わなければ別ですが。
εἶπεν δὲ πρὸς αὐτούς· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπαν· Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.
なぜなら、およそ五千人の男たちがいたからである。そして彼は自分の弟子たちに言った、彼らをおよそ五十人ずつの組にして座らせよ。
ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεντήκοντα.
そして彼らはそのようにして、すべての者を座らせた。
καὶ ἐποίησαν οὕτως καὶ κατέκλιναν ἅπαντας.
そして彼は五つのパンと二匹の魚を取り、天を見上げて、それらを祝福し、そして裂いて、群衆の前に置くようにと弟子たちに与えた。
λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ.
そして皆は食べて満腹になった。そして彼らに余ったパン切れが、十二の籠に集められた。
καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
そして彼が独りで祈っていると、弟子たちが彼と共にいた。そして彼は彼らに尋ねて、言った、群衆は私を誰であると言っているか。
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· Τίνα με οἱ ὄχλοι λέγουσιν εἶναι;
そして彼らは答えて言った、洗礼者イオアンネスと、そして他の者たちはエリアスと、また他の者たちは、昔の預言者の一人が起き上がったのだと。
οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
そして彼は彼らに言った、それではあなたたちは、私を誰であると言うか。そしてペトロスは答えて言った、神のクリストスです。
εἶπεν δὲ αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Πέτρος δὲ ἀποκριθεὶς εἶπεν· Τὸν χριστὸν τοῦ θεοῦ.
そして彼は彼らを戒めて、これを誰にも言わないようにと命じた。
Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ λέγειν τοῦτο,
人の子は多くの苦しみを受け、そして長老たちと祭司長たちと書記官たちから捨てられ、そして殺され、そして三日目に起こされねばならない、と言って。
εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι
そして彼はすべての者に言った、もし誰かが私の後に来ることを望むなら、自分自身を否み、日ごとに自分の十字架を負い、そして私に従うがよい。
Ἔλεγεν δὲ πρὸς πάντας· Εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι, ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθʼ ἡμέραν, καὶ ἀκολουθείτω μοι.
なぜなら、誰でも自分の命を救おうと望む者はそれを失い、誰でも私のゆえに自分の命を失う者、この者はそれを救うであろうから。
ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν.
なぜなら、人が世界全体を得ても、自分自身を失い、あるいは損なうなら、何の益になろうか。
τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς;
なぜなら、誰でも私と私の言葉を恥じる者、この者を、人の子も、自分の栄光と父の栄光と聖なる御使いたちの栄光のうちに来るとき、恥じるであろうから。
ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.
そして私は本当にあなたたちに言う、ここに立っている者たちの中に、神の王国を見るまでは、決して死を味わわない者たちがいる。
λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσίν τινες τῶν αὐτοῦ ἑστηκότων οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ.
そしてこれらの言葉の後、およそ八日たって、彼はペトロスとイオアンネスとヤコボスを連れて、祈るために山へ登った。
Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.
そして彼が祈っていると、彼の顔の様子が変わり、そして彼の衣は輝くばかりに白くなった。
καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.
そして見よ、二人の人が彼と語り合っていた、それはモウセスとエリアスであった。
καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας,
彼らは栄光のうちに現れて、彼がイエルサレムで成し遂げようとしていた、彼の旅立ちについて語っていた。
οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πληροῦν ἐν Ἰερουσαλήμ.
そしてペトロスと彼と共にいた者たちは眠りに重くなっていた。しかし目を覚まして、彼らは彼の栄光と、彼と共に立っている二人の人を見た。
ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.
そして彼らが彼から離れて行こうとしていると、ペトロスはイエスに言った、先生、私たちがここにいるのは良いことです。三つの幕屋を造りましょう、あなたに一つ、モウセスに一つ、エリアスに一つ。彼は自分が何を言っているか分かっていなかった。
καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπʼ αὐτοῦ εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν· Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ, μὴ εἰδὼς ὃ λέγει.
そして彼がこれらのことを言っていると、雲が現れて、彼らを覆った。そして彼らは雲の中に入って行くと、恐れた。
ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην.
そして雲の中から声があって、言った、これは私の選ばれた子である。彼に聞け。
καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἐκλελεγμένος αὐτοῦ ἀκούετε.
そして声がしたとき、イエスだけがおられるのが見出された。そして彼らは黙って、それらの日々には、自分たちが見たことを何も誰にも報告しなかった。
καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.
そして翌日、彼らが山から下りて来ると、多くの群衆が彼に出会った。
Ἐγένετο δὲ τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς.
そして見よ、群衆の中の一人の人が叫んで、言った、先生、私の息子を見てくださるようにお願いします、彼は私の一人息子ですから。
καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἐβόησεν λέγων· Διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής μοί ἐστιν,
そして見よ、霊が彼をとらえます、そして突然叫びます、そして泡を吹かせて彼をひきつけさせます。そしてやっとのことで彼を打ちのめして、彼から離れて行きます。
καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ μόγις ἀποχωρεῖ ἀπʼ αὐτοῦ συντρῖβον αὐτόν·
そして私は、それを追い出してくださるようにと、あなたの弟子たちに願いましたが、彼らはできませんでした。
καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν.
そしてイエスは答えて言った、ああ、不信仰でゆがんだ世代よ、いつまで私はあなたたちのもとにいて、あなたたちに耐えるのか。あなたの息子をここへ連れて来なさい。
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ὧδε τὸν υἱόν σου.
そして彼がまだ近づいている間に、悪霊は彼を投げ倒して、激しくひきつけさせた。しかしイエスは汚れた霊を戒めた。そして子を癒し、そして彼をその父に返した。
ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.
そして皆は神の偉大さに驚いた。そして皆が、彼が行うすべてのことに驚いていると、彼は自分の弟子たちに言った。
ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ. Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ·
あなたたちはこれらの言葉を自分の耳に留めよ。なぜなら人の子は人々の手に引き渡されようとしているからである。
Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.
しかし彼らはこの言葉を理解しなかった。そしてそれは、彼らが気づかないようにと、彼らから隠されていた。そして彼らは、この言葉について彼に尋ねることを恐れた。
οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπʼ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
そして彼らの中に、自分たちのうちで誰が一番偉いだろうか、という論争が起こった。
Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν.
そしてイエスは彼らの心の論争を知って、一人の子供の手を取り、自分のそばに立たせた。
ὁ δὲ Ἰησοῦς εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος παιδίον ἔστησεν αὐτὸ παρʼ ἑαυτῷ,
そして彼らに言った、誰でも、私の名において、この子供を受け入れる者は私を受け入れる。そして誰でも私を受け入れる者は、私を遣わした方を受け入れる。なぜなら、あなたたちすべての中で最も小さい者、この者が偉大だからである。
καὶ εἶπεν αὐτοῖς· Ὃς ἂν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται, καὶ ὃς ἂν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ἐστιν μέγας.
そしてイオアンネスは答えて言った、先生、私たちは、あなたの名によって悪霊たちを追い出している者を見ました。そして彼が私たちと共に従っていないので、彼をやめさせようとしました。
Ἀποκριθεὶς δὲ Ἰωάννης εἶπεν· Ἐπιστάτα, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύομεν αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθʼ ἡμῶν.
しかしイエスは彼に言った、やめさせるな。なぜなら、あなたたちに逆らわない者は、あなたたちの味方だからである。
εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς· Μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθʼ ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν.
そして彼が上げられる日々が満ちようとしていたとき、彼自身はイエルサレムへ行くために、顔をしっかりと向けた。
Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ πρόσωπον ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ,
そして彼は自分の前に使者たちを遣わした。そして彼らは行って、彼のために備えをするために、サマリア人たちの村に入った。
καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν, ὡς ἑτοιμάσαι αὐτῷ·
しかし彼らは彼を受け入れなかった、彼の顔がイエルサレムへ向かっていたからである。
καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ.
そして弟子のヤコボスとイオアンネスは見て、言った、主よ、私たちが、天から火が降って来て彼らを焼き尽くすようにと言うことを、お望みですか。
ἰδόντες δὲ οἱ μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς
しかし彼は振り向いて、彼らを戒めた。
στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς
そして彼らは別の村へ行った。
καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
そして彼らが道を行っていると、ある人が彼に言った、あなたがどこへ行かれても、私はあなたに従います。
Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν· Ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ
そしてイエスは彼に言った、狐たちは巣穴を持ち、そして空の鳥たちはねぐらを持っている。しかし人の子は、頭を横たえる場所を持っていない。
καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
そして彼は別の人に言った、私に従え。しかし彼は言った、主よ、まず行って、私の父を葬ることを許してください。
εἶπεν δὲ πρὸς ἕτερον· Ἀκολούθει μοι. ὁ δὲ εἶπεν· Κύριε ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου.
しかし彼は彼に言った、死人たちに、自分たち自身の死人を葬らせよ。しかしあなたは行って、神の王国を言い広めよ。
εἶπεν δὲ αὐτῷ· Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ.
そしてまた別の人も言った、主よ、私はあなたに従います。しかしまず、私の家の者たちに別れを告げることを許してください。
εἶπεν δὲ καὶ ἕτερος· Ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.
しかしイエスは言った、鋤に手をかけて、後ろを見る者は誰も、神の王国にふさわしくない。
εἶπεν δὲ ὁ Ἰησοῦς· Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπʼ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ θεοῦ.