そしてその後、彼は町から町、村から村へと巡り歩いて、神の王国を宣べ伝え、福音を告げ知らせた。そして十二人が彼と共にいた。
Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ,
そして、悪い霊たちや病から癒されたある女たち、すなわち、七つの悪霊が出て行った、マグダレネと呼ばれるマリア、
καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφʼ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει,
そしてヘロデスの家令クザスの妻イオアンナ、そしてスサンナ、そして他の多くの女たち。彼女たちは自分たちの持ち物から、彼らに仕えていた。
καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτοῖς ἐκ τῶν ὑπαρχόντων αὐταῖς.
そして多くの群衆が集まり、そして町ごとの人々が彼のもとへ来ていたので、彼は譬えによって語った。
Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς·
種を蒔く者が、自分の種を蒔くために出て行った。そして彼が種を蒔いているとき、あるものは道端に落ちた。そして踏みつけられ、そして空の鳥たちがそれを食い尽くした。
Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό.
そして他のものは岩の上に落ちた。そして芽生えたが、潤いを持たなかったので、枯れた。
καὶ ἕτερον κατέπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα.
そして他のものはいばらの真ん中に落ちた。そしていばらが共に生えて、それを塞いだ。
καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό.
そして他のものは良い土に落ちた。そして芽生えて、百倍の実を結んだ。これらのことを言いながら、彼は大声で言った、聞く耳を持つ者は聞くがよい。
καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
そして彼の弟子たちは、この譬えは何であろうかと彼に尋ねた。
Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τίς αὕτη εἴη ἡ παραβολή.
そして彼は言った、あなたたちには神の王国の奥義を知ることが与えられているが、残りの者たちには譬えによってである。それは、彼らが見ていても見ず、聞いていても理解しないためである。
ὁ δὲ εἶπεν· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ συνιῶσιν.
そしてこの譬えはこうである。種は神の言葉である。
Ἔστιν δὲ αὕτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ.
そして道端の者たちは、聞いた者たちである。それから悪魔が来て、彼らの心から言葉を取り去る。それは、彼らが信じて救われることのないためである。
οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.
そして岩の上の者たちは、聞くと喜びをもって言葉を受け入れる者たちである。そしてこの者たちは根を持たない。彼らはしばらくの間信じるが、試練の時に離れ去る。
οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.
そしていばらの中に落ちたもの、これらは聞いた者たちであるが、人生の思い煩いと富と快楽によって、進みながら塞がれて、実を実らせない。
τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν.
そして良い土にあるもの、これらは、良く善い心で言葉を聞いて、それを保ち、そして忍耐によって実を結ぶ者たちである。
τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
そして誰も、灯をともして、それを器で覆ったり、寝台の下に置いたりはしない。むしろ燭台の上に置く。それは、入って来る者たちが光を見るためである。
Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν ἀλλʼ ἐπὶ λυχνίας τίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς.
なぜなら、明らかにならない隠されたものはなく、また知られ、そして明るみに出ないことのない秘められたものもないからである。
οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ μὴ γνωσθῇ καὶ εἰς φανερὸν ἔλθῃ.
それゆえ、どのように聞くかに気をつけよ。なぜなら、誰でも持っている者には与えられ、そして誰でも持っていない者からは、持っていると思っているものさえ取り去られるからである。
βλέπετε οὖν πῶς ἀκούετε· ὃς ἂν γὰρ ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπʼ αὐτοῦ.
そして彼の母と兄弟たちが彼のもとへ来た。しかし群衆のために彼に会うことができなかった。
Παρεγένετο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.
そして彼に、あなたの母とあなたの兄弟たちが、あなたに会うことを望んで外に立っています、と伝えられた。
ἀπηγγέλη δὲ αὐτῷ Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες.
しかし彼は答えて彼らに言った、私の母、私の兄弟とは、神の言葉を聞いて、そして行う者たちである。
ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ποιοῦντες.
そしてある日、彼と彼の弟子たちは舟に乗り込んだ。そして彼は彼らに言った、湖の向こう岸へ渡ろう。そして彼らは漕ぎ出した。
Ἐγένετο δὲ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς· Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης, καὶ ἀνήχθησαν.
そして彼らが航行していると、彼は眠り込んだ。すると風の嵐が湖に吹き下ろした。そして彼らは水に満たされ、危険にさらされた。
πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον.
そして彼らは近づいて来て、彼を起こして、言った、先生、先生、私たちは滅びます。すると彼は起き上がって、風と水の荒波を戒めた。すると、それらはやんだ。そして凪になった。
προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· Ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα· ὁ δὲ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος, καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.
そして彼は彼らに言った、あなたたちの信仰はどこにあるのか。そして彼らは恐れて驚き、互いに言った、それでは、この方は誰なのだろうか、風にも水にも命じると、それらは彼に従うとは。
εἶπεν δὲ αὐτοῖς· Ποῦ ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
そして彼らはガリライアの向かい側にある、ゲラサ人たちの地方へ船で着いた。
Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γερασηνῶν ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας.
そして彼が陸に出ると、悪霊たちを持つ、町のある人が彼に出会った。そして彼はかなりの間、衣を着ておらず、また家に留まらず、むしろ墓場にいた。
ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ἔχων δαιμόνια· καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλʼ ἐν τοῖς μνήμασιν.
そして彼はイエスを見て、叫んで、彼にひれ伏し、そして大声で言った、私とあなたに何の関わりがあるのですか、いと高き神の子イエスよ。あなたにお願いします、私を苦しめないでください。
ἰδὼν δὲ τὸν Ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς·
なぜなら彼は、汚れた霊にその人から出て行くようにと命じていたからである。なぜなら、その霊は長い間彼をとらえており、彼は鎖と足かせで縛られて見張られていたが、束縛を破って、悪霊によって荒野へ追いやられていたからである。
παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαιμονίου εἰς τὰς ἐρήμους.
そしてイエスは彼に尋ねた、あなたの名は何か。そして彼は言った、レギオン1です。多くの悪霊たちが彼の中に入っていたからである。
1 λεγιών(レギオン)— ローマ軍の一軍団(約六千人)を指すラテン語からの借用語。多数の悪霊が憑いていることを示す自己申告の名。
ἐπηρώτησεν δὲ αὐτὸν ὁ Ἰησοῦς Τί σοι ὄνομά ἐστιν; ὁ δὲ εἶπεν· Λεγιών, ὅτι εἰσῆλθεν δαιμόνια πολλὰ εἰς αὐτόν.
そして彼らは、自分たちに底知れぬ淵へ行けと命じないようにと、彼に願った。
καὶ παρεκάλουν αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.
そしてそこには、山で飼われているかなりの豚の群れがいた。そして彼らは、自分たちがそれらの中に入ることを許してくださるようにと、彼に願った。すると彼は彼らに許した。
Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένη ἐν τῷ ὄρει· καὶ παρεκάλεσαν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς.
そして悪霊たちはその人から出て、豚たちの中に入った。そして群れは崖を下って湖へ突進し、そして溺れ死んだ。
ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.
そして飼っていた者たちは、起こったことを見て逃げた。そして町や畑へ報告した。
Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγονὸς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.
そして人々は起こったことを見に出て来て、イエスのもとへ来た。そして、悪霊たちが出て行ったその人が、服を着て正気になって、イエスの足もとに座っているのを見つけた。そして彼らは恐れた。
ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφʼ οὗ τὰ δαιμόνια ἐξῆλθεν ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν.
そして見た者たちは、悪霊に憑かれていた者がどのように救われたかを、彼らに報告した。
ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς.
そしてゲラサ人たちの周辺の地方の群衆全体は、自分たちから去って行くようにと彼に願った、彼らは大きな恐れにとらわれていたからである。そして彼は舟に乗って帰って行った。
καὶ ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γερασηνῶν ἀπελθεῖν ἀπʼ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς πλοῖον ὑπέστρεψεν.
そして悪霊たちが出て行った人は、自分と共にいさせてくださいと彼に願った。しかし彼は、言いながら、彼を去らせた。
ἐδεῖτο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφʼ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ· ἀπέλυσεν δὲ αὐτὸν λέγων·
あなたの家へ帰り、神があなたにしてくださったことを語りなさい。そして彼は、イエスが自分にしてくださったことを、町全体で宣べ伝えながら去って行った。
Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα σοι ἐποίησεν ὁ θεός. καὶ ἀπῆλθεν καθʼ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.
そしてイエスが帰って来ると、群衆は彼を迎え入れた、彼らは皆、彼を待ち望んでいたからである。
Ἐν δὲ τῷ ὑποστρέφειν τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν.
そして見よ、イアイロスという名の人が来た。そしてこの者は会堂司であった。そして彼はイエスの足もとに伏して、自分の家に来てくださるようにと彼に願った。
καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάϊρος, καὶ οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ,
彼には十二歳ほどの一人娘がいて、彼女が死にかけていたからである。そして彼が行く間、群衆は彼を押し塞いだ。
ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.
そして十二年間、血の流出のうちにあった女がいた。彼女は医者たちに自分の全財産を使い果たしたが、誰によっても癒されることができなかった。
καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ἀπʼ οὐδενὸς θεραπευθῆναι,
彼女は後ろから近づいて、彼の衣の房飾りに触れた。するとすぐに、彼女の血の流出は止まった。
προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.
そしてイエスは言った、私に触れたのは誰か。そして皆が否むと、ペトロスは言った、先生、群衆があなたを取り囲んで、押し合っています。
καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν.
しかしイエスは言った、誰かが私に触れた。なぜなら私は、力が自分から出て行ったことを知ったからだ。
ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξεληλυθυῖαν ἀπʼ ἐμοῦ.
そして女は、隠れることができなかったのを見て、震えながら来て、彼の前にひれ伏した。そして彼女がなぜ彼に触れたのか、その理由と、どのようにしてすぐに癒されたかを、民全体の前で報告した。
ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ διʼ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα.
そして彼は彼女に言った、娘よ、あなたの信仰があなたを救った。平和のうちに行きなさい。
ὁ δὲ εἶπεν αὐτῇ· Θυγάτηρ ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
彼がまだ語っていると、会堂司のもとから誰かが来て、あなたの娘は死にました、もう先生を煩わさないでください、と言う。
Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου, μηκέτι σκύλλε τὸν διδάσκαλον.
しかしイエスは聞いて、彼に答えた、恐れるな、ただ信じよ、そうすれば彼女は救われるであろう。
ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ Μὴ φοβοῦ, μόνον πίστευσον καὶ σωθήσεται.
そして家に来ると、彼は、ペトロスとイオアンネスとヤコボス、そして少女の父と母の他には、誰も自分と共に入ることを許さなかった。
ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν τινα σὺν αὐτῷ εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.
そして皆は泣いて、彼女のために胸を打っていた。しかし彼は言った、泣くな、彼女は死んだのではなく、眠っているのだから。
ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπεν· Μὴ κλαίετε, οὐ γὰρ ἀπέθανεν ἀλλὰ καθεύδει.
すると彼らは、彼女が死んだことを知っていたので、彼をあざ笑った。
καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.
しかし彼は彼女の手をつかんで、呼びかけて、言った、少女よ、起きよ。
αὐτὸς δὲ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων· Ἡ παῖς, ἔγειρε.
すると彼女の霊は戻り、彼女はすぐに起き上がった。そして彼は、彼女に食べる物を与えるようにと指図した。
καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.
そして彼女の両親は非常に驚いた。しかし彼は、起こったことを誰にも言わないようにと彼らに命じた。
καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.