なぜなら、私は、あなたたちのため、そしてラオディケイアにいる人々のため、そして肉において私の顔を見たことのないすべての人々のために、私がどれほど大きな戦いをしているかを、あなたたちに知ってほしいからです。
Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί,
それは、彼らの心が励まされ、愛において結び合わされ、理解の確信のあらゆる豊かさへ、神の奥義であるクリストスの知識へと至るためです。
ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν, συμβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς πᾶν πλοῦτος τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ θεοῦ, ⸀Χριστοῦ,
彼にあって、知恵と知識のすべての宝が、隠されて存在しています。
ἐν ᾧ εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ ⸀γνώσεως ἀπόκρυφοι.
私はこれを言います。それは、誰も、もっともらしい議論によって、あなたたちを欺くことのないためです。
Τοῦτο λέγω ἵνα μηδεὶς ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ.
なぜなら、たとえ肉においては不在であっても、霊においてはあなたたちと共にいて、あなたたちの秩序と、クリストスに対するあなたたちの信仰の確固たることを見て、喜んでいるからです。
εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.
それゆえ、あなたたちが主クリストス・イエスを受け入れたように、彼にあって歩みなさい。
Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε,
彼にあって根ざし、建て上げられ、あなたたちが教えられたとおりに信仰において確かにされ、感謝にあふれながらです。
ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ βεβαιούμενοι ⸀τῇ πίστει καθὼς ἐδιδάχθητε, περισσεύοντες ⸀ἐν εὐχαριστίᾳ.
誰も、人間の伝承に従い、世の諸要素に従い、クリストスに従わない、哲学とむなしい欺きによって、あなたたちを捕らえ去る者とならないように、気をつけなさい。
Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν·
なぜなら、彼にあって、神性の満ちるもののすべてが、肉体的に宿っているからです。
ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς,
そしてあなたたちは、彼にあって満たされています。彼は、すべての支配と権威の頭です。
καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας,
彼にあって、あなたたちはまた、手によらない割礼、すなわちクリストスの割礼によって、肉の体を脱ぎ捨てて、割礼を受けました。
ἐν ᾧ καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ,
洗礼において彼と共に葬られ、そこにおいて、彼を死者たちの中から起こされた神の働きへの信仰を通して、共に起こされました。
συνταφέντες αὐτῷ ἐν τῷ ⸀βαπτισμῷ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν ἐκ ⸤τῶν νεκρῶν⸥·
そして、あなたたちの過ちと、あなたたちの肉の無割礼のうちに死んでいたあなたたちを、神は彼と共に生かしてくださいました。私たちにすべての過ちを赦してくださったのです。
καὶ ὑμᾶς νεκροὺς ὄντας ⸀ἐν τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ, χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα,
規定によって私たちに不利であった、私たちに対する証書を拭い消し、それを十字架に釘付けにして、真ん中から取り除かれました。
ἐξαλείψας τὸ καθʼ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ὃ ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ·
支配と権威を脱ぎ捨てさせ、公然と見せしめとし、彼にあって彼らを凱旋の行進に引き出されました。
ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.
それゆえ、誰も、食べ物や飲み物について、あるいは祭りや新月や安息日のことについて、あなたたちを裁いてはいけません。
Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ⸂καὶ ἐν πόσει ἢ ἐν μέρει ἑορτῆς ἢ ⸀νεομηνίας ἢ σαββάτων,
これらは、来たるべきものの影であり、実体はクリストスのものです。
ἅ ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα ⸀τοῦ Χριστοῦ.
誰も、謙遜さと天使たちの礼拝を望みながら、自分が見た幻に立ち入り、自分の肉の思いによっていたずらに高慢になって、あなたたちから褒賞を奪ってはいけません。
μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ ⸀ἑόρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ,
そして頭をしっかりとつかんでいません。その頭から、体全体は、関節と結び目を通して養われ、結び合わされて、神の成長をもって成長するのです。
καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ.
もしあなたたちが、クリストスと共に、世の諸要素から死んだのなら、なぜ、世に生きているかのように、規則に従わされるのですか。
Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε;
触れるな、味わうな、手を触れるな、と。
Μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς,
これらはすべて、使用することによって朽ちるものであり、人間の戒めと教えに従ったものです。
ἅ ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων,
これらは確かに、自分で選んだ礼拝と謙遜さと体への厳しさにおいて、知恵の評判を持っていますが、肉の欲を満たすことに対しては何の価値もありません。
ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκίᾳ καὶ ταπεινοφροσύνῃ ⸀καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.