神の意志によるクリストス・イエスの使徒であるパウロス、そして兄弟ティモテオスから、
Παῦλος ἀπόστολος ⸀Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς
コロッサイにいる、クリストスにある聖なる、忠実な兄弟たちへ。私たちの父なる神から、恵みと平和があなたたちにありますように。
τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν.
私たちは、あなたたちのために常に祈りながら、私たちの主イエス・クリストスの父なる神に感謝しています。
Εὐχαριστοῦμεν τῷ θεῷ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε περὶ ὑμῶν προσευχόμενοι,
クリストス・イエスにあるあなたたちの信仰と、あなたたちがすべての聖なる者たちに対して持っている愛について聞いたからです。
ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τὴν ἀγάπην ⸂ἣν ἔχετε εἰς πάντας τοὺς ἁγίους
それは、天にあなたたちのために蓄えられている望みのゆえです。あなたたちは、福音の真理の言葉において、以前にこれを聞きました。
διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου
それは、あなたたちのもとに到来し、全世界においても、あなたたちの間においても、実を結び、成長し続けています。あなたたちが、神の恵みを真理において聞き、知ったその日からです。
τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ ἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμῖν, ἀφʼ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ θεοῦ ἐν ἀληθείᾳ·
あなたたちが、私たちの愛する同労の下僕であるエパフラスから学んだとおりです。彼は、あなたたちのための、クリストスの忠実な奉仕者です。
καθὼς ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ ⸀ὑμῶν διάκονος τοῦ Χριστοῦ,
彼はまた、霊におけるあなたたちの愛を、私たちに知らせてくれました。
ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι.
このために、私たちも、これを聞いた日から、あなたたちのために祈り求めることをやめていません。それは、あなたたちが、すべての知恵と霊的な理解において、神の意志の知識で満たされるためです。
Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφʼ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν ⸀προσευχόμενοι καὶ αἰτούμενοι, ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ,
すべてのことにおいて主を喜ばせるように、主にふさわしく歩み、すべての良い働きにおいて実を結び、神の知識において成長するためです。
περιπατῆσαι ἀξίως τοῦ κυρίου εἰς πᾶσαν ἀρεσκείαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι τῇ ἐπιγνώσει τοῦ θεοῦ,
彼の栄光の力に従って、あらゆる力によって強められ、あらゆる忍耐と寛容へと向かい、喜びをもってです。
ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν, μετὰ χαρᾶς
光の中にある聖なる者たちの相続分にあずかるように、あなたたちをふさわしい者としてくださった父に感謝しながらです。
εὐχαριστοῦντες τῷ ⸀πατρὶ τῷ ἱκανώσαντι ⸀ὑμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί·
彼は、私たちを闇の力から救い出し、彼の愛する子の王国へ移してくださいました。
ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ,
その方にあって、私たちは贖い、すなわち罪の赦しを持っています。
ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν·
彼は、見えない神の像であり、すべての被造物の初子です。
ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως,
なぜなら、彼にあって、天と地における、見えるものも見えないものも、王座であれ主権であれ支配であれ権威であれ、すべてのものが造られたからです。すべてのものは、彼を通して、そして彼へ向けて造られています。
ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα διʼ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται·
そして彼自身は、すべてのものに先立って存在し、すべてのものは彼にあって成り立っています。
καὶ αὐτὸς ἔστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν,
そして彼自身は、体である教会の頭です。彼は初めであり、死者たちの中からの初子です。それは、彼がすべてにおいて第一の者となるためです。
καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς ἐστιν ⸀ἡ ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων,
なぜなら、満ちるもののすべてが彼のうちに宿ることを、神が良しとされたからです。
ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι
そして彼を通して、彼の十字架の血によって平和を作り、地にあるものであれ天にあるものであれ、彼を通してすべてのものをご自分へと和解させることを、良しとされました。
καὶ διʼ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, ⸀διʼ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.
そしてかつて、悪い行いにおいて、心において疎外され敵であったあなたたちを、しかし今、和解させてくださいました。
καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατηλλάγητε
彼の肉の体において、死を通してです。あなたたちを、聖く、傷なく、責められるところのない者として、彼の御前に立たせるためです。
ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ,
もしあなたたちが、土台を据えられ、確固としており、あなたたちが聞いた福音の望みから動かされることなく、信仰にとどまっているならばです。この福音は、天の下のすべての被造物に宣べ伝えられ、私パウロスはその奉仕者となりました。
εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.
今、私はあなたたちのための苦しみを喜んでおり、クリストスの苦難の欠けたところを、彼の体である教会のために、私の肉において満たしています。
Νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία,
私は、あなたたちのために私に与えられた神の管理の務めに従って、その教会の奉仕者となりました。神の言葉を満たすためです。
ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ,
それは、世々と世代から隠されていた奥義です——しかし今、彼の聖なる者たちに明らかにされました。
τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν — νῦν δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ,
神は、異邦人たちの間における、この奥義の栄光の豊かさが何であるかを、彼らに知らせることを望まれました。それは、あなたたちの中におられるクリストス、栄光の望みです。
οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅ ἐστιν Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης·
私たちは、彼を告げ知らせ、すべての人を戒め、すべての知恵によってすべての人を教えています。それは、私たちが、すべての人をクリストスにあって完全な者として立たせるためです。
ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ·
このために、私は、私のうちに力をもって働く彼の働きに従って、労苦し、奮闘しています。
εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.