你要提醒众人,叫他们顺服作官的、掌权的,遵他的命,预备行各样的善事。
Ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖς ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι,
不要毁谤,不要争竞,总要和平,向众人大显温柔。
μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραΰτητα πρὸς πάντας ἀνθρώπους.
我们从前也是无知、悖逆、受迷惑,服侍各样私欲,和宴乐,常存恶毒嫉妒的心,是可恨的,又是彼此相恨。
Ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους.
但到了我们救主神的恩慈和他向人所施的慈爱显明的时候,
ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ,
他便拯救了我们,并不是因我们自己所行的义,乃是照他的怜悯,藉着重生的洗和圣灵的更新。
οὐκ ἐξ ἔργων ⸀τῶν ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου,
圣灵就是神藉着我们救主耶稣斯·克里斯托斯,厚厚浇灌在我们身上的,
οὗ ἐξέχεεν ἐφʼ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν,
好叫我们因他的恩典被称义,可以凭着永生的盼望成为后嗣。
ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι ⸀γενηθῶμεν κατʼ ἐλπίδα ζωῆς αἰωνίου.
这话语是可信的,我也愿你把这些事切切实实地讲明,使那些已信神的人,留心做正经事业,这都是美事,并且与人有益。
Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες ⸀θεῷ· ταῦτά ἐστιν ⸀καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις·
要远避无知的辩论,和家谱的空谈,以及纷争,并因律法而起的争竞,因为这都是虚妄无益的。
μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ ⸀μάχας νομικὰς περιΐστασο, εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι.
分门结党的人,警戒过一两次,就要弃绝他。
αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ,
因为知道这等人已经背道犯了罪,自己明知不是,还是去做。
εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος.
我打发阿尔特马斯,或是提基科斯,到你那里去的时候,你要赶紧往尼科波利斯我这里来,因为我已经定意在那里过冬。
Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν, ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι.
你要赶紧给律法师泽纳斯,和阿波罗斯送行,叫他们没有缺乏。
Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλῶν σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.
并要我们的人学习正经事业,预备所需用的,免得不结果子。
μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.
同我在一处的人都问你安。请代问那些在信中亲爱我们的人安。愿恩典常与你们众人同在。
Ἀσπάζονταί σε οἱ μετʼ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν.