为克里斯托斯·耶稣斯被囚的帕伍洛斯,同兄弟提莫忒奥斯,写信给我们所亲爱的同工费莱蒙,
Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν
和妹子阿普菲亚,并与我们同当兵的阿尔希波斯,以及在你家的教会。
καὶ Ἀπφίᾳ τῇ ⸀ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατʼ οἶκόν σου ἐκκλησίᾳ·
愿恩典、平安,从我们的父神和主耶稣斯·克里斯托斯归与你们。
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
我祷告的时候提到你,常为你感谢我的神;
Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
因听说你的爱心并你向主耶稣斯和众圣徒的信;
ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις ⸂πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους,
愿你与人所同有的信显出功效,使人知道你们各样善事都是为克里斯托斯做的。
ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστόν.
兄弟啊,我为你的爱心,大有快乐,大得安慰,因众圣徒的心从你得了畅快。
⸀χαρὰν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
我虽然靠着克里斯托斯能放胆吩咐你合宜的事,
Διό, πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον,
然而基于爱心,宁可求你,像我这有年纪的帕伍洛斯,现在又是为克里斯托斯·耶稣斯被囚的——
διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος Χριστοῦ Ἰησοῦ—
就是为我在捆锁中所生的儿子奥内西莫斯求你。
παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς, ⸀Ὀνήσιμον,
他从前于你没有益处,但如今于你我都有益处。
τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ ⸀καὶ σοὶ καὶ ἐμοὶ εὔχρηστον,
我现在打发他亲自回你那里去,他是我心上的人。
ὃν ἀνέπεμψά ⸀σοι, αὐτόν, τοῦτʼ ἔστιν τὰ ἐμὰ σπλάγχνα·
我本来有意将他留下,在我为福音所受的捆锁中替你伺候我。
ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ ⸂μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου,
但不知道你的意思,我就不愿意这样行,叫你的善行不是出于勉强,乃是出于甘心。
χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον.
他暂时离开你,或者是叫你永远得着他,
τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς,
不再是奴仆,乃是高过奴仆,是亲爱的兄弟,在我实在是如此,何况在你,不拘是按肉体说,是按主说,更是如此呢。
οὐκέτι ὡς δοῦλον ἀλλὰ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ.
你若以我为同伴,就收纳他,如同收纳我一样。
εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.
他若亏负你,或欠你什么,都归在我的账上,
εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα·
我帕伍洛斯亲笔写了,必要偿还,我并不用对你说,连你自己也是亏欠于我。
ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.
兄弟啊,望你使我在主里因你得快乐,并望你使我的心在克里斯托斯里得畅快。
ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν ⸀Χριστῷ.
我写信给你,深信你必顺服,知道你所要行的必过于我所说的。
Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω ποιήσεις.
此外你还要给我预备住处,因为我盼望藉着你们的祷告,必蒙恩到你们那里去。
ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.
为克里斯托斯·耶稣斯与我同坐监的埃帕弗拉斯问你安。
⸀Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ,
与我同工的马尔科斯、阿里斯塔尔科斯、德马斯、卢卡斯,也都问你安。
⸂Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.
愿我们主耶稣斯·克里斯托斯的恩典常在你的心里。
Ἡ χάρις τοῦ κυρίου ⸀ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν.