KoineCommunity Bible Notes
Help Sign up Log in

Translations › zh-literal › 馬太福音

馬太福音 ch. 26

Traditional author: Matthew

Chinese Literal (Simplified) · Release 1.0 (published 2026-10-09)

1
zh-literal

耶稣斯说完了这一切话语,就对门徒们说:

Original text · Greek

Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ·

2
zh-literal

你们知道,过两天就是帕斯哈1,人子将要被交去钉十字架。

Footnotes

1 πάσχα——希腊语音译自希伯来语的“逾越”一词,本身并非希腊语固有词汇,故按其原音译出。

Original text · Greek

Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.

3
zh-literal

那时,大祭司和百姓的长老们聚集在那称为卡伊亚法斯的大祭司的院子里,

Original text · Greek

Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα,

4
zh-literal

商议要用诡计拿住耶稣斯,杀他;

Original text · Greek

καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν·

5
zh-literal

却说:不可在节期间,免得民间生乱。

Original text · Greek

ἔλεγον δέ· Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.

6
zh-literal

耶稣斯在贝塔尼亚,在患麻风的西莫恩家里的时候,

Original text · Greek

Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,

7
zh-literal

有一个女人拿着一玉瓶极贵重的香膏来,趁他坐席的时候,浇在他的头上。

Original text · Greek

προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου.

8
zh-literal

门徒们看见,就恼怒说:何用这样的浪费呢?

Original text · Greek

ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη;

9
zh-literal

这香膏本可以卖许多钱,分给穷人。

Original text · Greek

ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς.

10
zh-literal

耶稣斯知道了,就对他们说:为什么难为这女人呢?她在我身上做的是一件美事。

Original text · Greek

γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ·

11
zh-literal

因为常有穷人和你们同在,只是你们不常有我。

Original text · Greek

πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθʼ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε·

12
zh-literal

她把这香膏浇在我身上,是为我安葬做的。

Original text · Greek

βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.

13
zh-literal

我实在告诉你们,普天之下,这福音无论传到何处,也要述说这女人所做的,为的是记念她。

Original text · Greek

ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.

14
zh-literal

那时,十二门徒中有一个称为伊乌达斯·伊斯卡里奥特的,去见大祭司,

Original text · Greek

Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς

15
zh-literal

说:我把他交给你们,你们愿意给我什么?他们就给他定了三十块银子。

Original text · Greek

εἶπεν· Τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.

16
zh-literal

从那时候,他就找机会要把耶稣斯交出去。

Original text · Greek

καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.

17
zh-literal

无酵节的第一天,门徒们来问耶稣斯说:你要我们在哪里为你预备吃帕斯哈?

Original text · Greek

Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα;

18
zh-literal

耶稣斯说:你们进城去,到某人那里,对他说:老师说,我的时候近了,我要在你家里同我的门徒们守帕斯哈。

Original text · Greek

ὁ δὲ εἶπεν· Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· Ὁ διδάσκαλος λέγει· Ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.

19
zh-literal

门徒们就照耶稣斯所吩咐的去行,预备了帕斯哈。

Original text · Greek

καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.

20
zh-literal

到了晚上,耶稣斯与十二个门徒坐席。

Original text · Greek

Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα μαθητῶν

21
zh-literal

正吃的时候,他说:我实在告诉你们,你们中间有一个人要出卖我了。

Original text · Greek

καὶ ἐσθιόντων αὐτῶν εἶπεν· Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.

22
zh-literal

他们就甚忧愁,一个一个地问他说:主啊,是我吗?

Original text · Greek

καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ εἷς ἕκαστος· Μήτι ἐγώ εἰμι, κύριε;

23
zh-literal

他回答说:同我一起把手蘸在盘子里的,就是他要出卖我。

Original text · Greek

ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὁ ἐμβάψας μετʼ ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ οὗτός με παραδώσει·

24
zh-literal

人子固然要照经上指着他所写的去世,但那出卖人子的人有祸了!那人不生在世上倒好。

Original text · Greek

ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.

25
zh-literal

那要出卖他的伊乌达斯回答说:拉毕1,是我吗?耶稣斯对他说:你说的是。

Footnotes

1 ῥαββί——希伯来语音译词,直译“我的师尊”,希腊语文本中保留原音未译;沿用马太23:7-8已确立的音译“拉毕”,而非通行汉语译名“拉比”。

Original text · Greek

ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν· Μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ· Σὺ εἶπας.

26
zh-literal

他们吃的时候,耶稣斯拿起饼来,祝福,就擘开,递给门徒们说:拿去吃吧,这是我的身体。

Original text · Greek

Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοῖς μαθηταῖς εἶπεν· Λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου.

27
zh-literal

又拿起杯来,祝谢了,递给他们说:你们都从这杯里喝,

Original text · Greek

καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· Πίετε ἐξ αὐτοῦ πάντες,

28
zh-literal

因为这是我立约的血,为许多人流出来,使罪得赦。

Original text · Greek

τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν·

29
zh-literal

但我告诉你们,从今以后,我不再喝这葡萄树的出产,直到我在我父的国里同你们喝新的那日子。

Original text · Greek

λέγω δὲ ὑμῖν οὐ μὴ πίω ἀπʼ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθʼ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.

30
zh-literal

他们唱了诗,就出来往橄榄山去。

Original text · Greek

καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.

31
zh-literal

那时,耶稣斯对他们说:今夜你们都要因我跌倒;因为经上记着:我要击打牧人,羊群的羊就分散了。

Original text · Greek

Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης·

32
zh-literal

但我复活以后,要在你们以先往加利莱亚去。

Original text · Greek

μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.

33
zh-literal

佩特罗斯却回答说:即便众人都因你跌倒,我永不跌倒。

Original text · Greek

ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.

34
zh-literal

耶稣斯对他说:我实在告诉你,今夜鸡叫以先,你要三次不认我。

Original text · Greek

ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.

35
zh-literal

佩特罗斯对他说:我就是必须同你一起死,也绝不会不认你。众门徒都是这样说。

Original text · Greek

λέγει αὐτῷ ὁ Πέτρος· Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν.

36
zh-literal

于是耶稣斯同他们来到一个地方,名叫革特塞玛尼,就对门徒们说:你们坐在这里,等我到那边去祷告。

Original text · Greek

Τότε ἔρχεται μετʼ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς· Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν ἐκεῖ προσεύξωμαι.

37
zh-literal

于是带着佩特罗斯和泽贝代欧斯的两个儿子同去,就忧愁起来,极其难过,

Original text · Greek

καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.

38
zh-literal

便对他们说:我心里甚是忧伤,几乎要死;你们在这里等候,和我一同警醒。

Original text · Greek

τότε λέγει αὐτοῖς Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετʼ ἐμοῦ.

39
zh-literal

他就稍往前走,俯伏在地祷告说:我父啊,倘若可行,求你叫这杯离开我;然而不要照我的意思,只要照你的意思。

Original text · Greek

καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπʼ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλʼ ὡς σύ.

40
zh-literal

他来到门徒们那里,见他们睡着了,就对佩特罗斯说:怎么,你们不能同我警醒一个时辰吗?

Original text · Greek

καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετʼ ἐμοῦ;

41
zh-literal

总要警醒祷告,免得陷入试探;灵固然愿意,肉体却软弱了。

Original text · Greek

γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής.

42
zh-literal

他又第二次去祷告说:我父啊,这杯若不能离开我,必要我喝,就愿你的旨意成就。

Original text · Greek

πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· Πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.

43
zh-literal

又来见他们睡着了,因为他们的眼睛困倦。

Original text · Greek

καὶ ἐλθὼν πάλιν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.

44
zh-literal

他又离开他们,第三次去,又说同样的话语祷告。

Original text · Greek

καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν πάλιν

45
zh-literal

于是来到门徒们那里,对他们说:现在你们仍然睡觉安歇吧;看哪,时候到了,人子被交在罪人手里了。

Original text · Greek

τότε ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς· Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.

46
zh-literal

起来,我们走吧;看哪,那出卖我的人近了。

Original text · Greek

ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.

47
zh-literal

耶稣斯还说话的时候,看哪,十二门徒中的伊乌达斯来了,并有许多人同他来,拿着刀棒,是大祭司和百姓的长老们打发来的。

Original text · Greek

Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετʼ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.

48
zh-literal

那出卖耶稣斯的给了他们一个记号,说:我与谁亲嘴,谁就是他;你们可以拿住他。

Original text · Greek

ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν.

49
zh-literal

他随即到耶稣斯跟前,说:拉毕,愿你平安!就与他亲嘴。

Original text · Greek

καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν· Χαῖρε, ῥαββί· καὶ κατεφίλησεν αὐτόν.

50
zh-literal

耶稣斯对他说:朋友,你来要做的事,就做吧。于是那些人上前,下手拿住耶稣斯。

Original text · Greek

ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἑταῖρε, ἐφʼ ὃ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν.

51
zh-literal

看哪,跟随耶稣斯的人中有一个伸手拔出刀来,砍了大祭司的奴仆一刀,削掉了他一只耳朵。

Original text · Greek

καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.

52
zh-literal

耶稣斯对他说:把你的刀收回原处吧,因为凡动刀的,必死在刀下。

Original text · Greek

τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀπολοῦνται

53
zh-literal

你想我不能求我父,他就立时为我差遣十二勒吉昂1多的使者来吗?

Footnotes

1 λεγιών——拉丁语借词音译,指罗迈军团编制,一支约六千人。

Original text · Greek

ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων;

54
zh-literal

若是这样,经上所说事情必须如此的话怎能应验呢?

Original text · Greek

πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι;

55
zh-literal

当时,耶稣斯对众人说:你们带着刀棒出来拿我,如同拿强盗吗?我天天坐在圣殿里教导人,你们并没有拿我。

Original text · Greek

ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθʼ ἡμέραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με.

56
zh-literal

但这一切的事成就了,为要应验先知们书上所写的话。当下,门徒们都离开他逃走了。

Original text · Greek

τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.

57
zh-literal

拿住耶稣斯的人把他带到大祭司卡伊亚法斯那里,文士和长老们已经聚集在那里。

Original text · Greek

Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.

58
zh-literal

佩特罗斯远远地跟着耶稣斯,直到大祭司的院子,进到里面,就和差役们坐在一处,要看这事到底怎样。

Original text · Greek

ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.

59
zh-literal

大祭司和全议会寻找假见证控告耶稣斯,要治死他,

Original text · Greek

οἱ δὲ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως αὐτὸν θανατώσωσιν,

60
zh-literal

虽有好些假见证人前来,却找不着实据。末后有两个人前来,

Original text · Greek

καὶ οὐχ εὗρον πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο

61
zh-literal

说:这个人曾说:我能拆毁神的圣所,三天内又建造起来。

Original text · Greek

εἶπαν· Οὗτος ἔφη· Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι.

62
zh-literal

大祭司就站起来,对耶稣斯说:你什么都不回答吗?这些人作见证指控你的是什么呢?

Original text · Greek

καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν;

63
zh-literal

耶稣斯却不作声。大祭司又对他说:我指着永生的神叫你起誓告诉我们,你是不是神的儿子克里斯托斯?

Original text · Greek

ὁ δὲ Ἰησοῦς ἐσιώπα. καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ.

64
zh-literal

耶稣斯对他说:你说的是。然而我告诉你们,此后你们要看见人子坐在那大能者的右边,驾着天上的云降临。

Original text · Greek

λέγει αὐτῷ ὁ Ἰησοῦς· Σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπʼ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.

65
zh-literal

大祭司就撕裂自己的衣服,说:他说了亵渎的话,我们何必再要见证人呢?看,现在你们都听见这亵渎的话了,

Original text · Greek

τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν

66
zh-literal

你们的意思如何?他们回答说:他是该死的。

Original text · Greek

τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἔνοχος θανάτου ἐστίν.

67
zh-literal

他们就吐唾沫在他脸上,用拳头打他;还有人用掌掴他,

Original text · Greek

τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν

68
zh-literal

说:克里斯托斯啊,你说预言吧,打你的是谁?

Original text · Greek

λέγοντες· Προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν ὁ παίσας σε;

69
zh-literal

佩特罗斯却在外面院子里坐着,有一个使女前来,对他说:你先前也是同加利莱亚人耶稣斯一起的。

Original text · Greek

Ὁ δὲ Πέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου·

70
zh-literal

他在众人面前却不承认,说:我不知道你说的是什么。

Original text · Greek

ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων· Οὐκ οἶδα τί λέγεις.

71
zh-literal

他出去到了门口,又有一个使女看见他,就对那里的人说:这个人是同纳扎雷特人耶稣斯一起的。

Original text · Greek

ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ· Οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου·

72
zh-literal

他又不承认,并且起誓说:我不认得那个人。

Original text · Greek

καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον.

73
zh-literal

过了不多时,旁边站着的人前来,对佩特罗斯说:你的确也是他们一伙的,因为你的口音把你露出来了。

Original text · Greek

μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ·

74
zh-literal

他就发咒起誓说:我不认得那个人。立时鸡就叫了。

Original text · Greek

τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν·

75
zh-literal

佩特罗斯想起耶稣斯所说的话:鸡叫以先,你要三次不认我。他就出去痛哭。

Original text · Greek

καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.