耶稣斯又用比喻对他们说:
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν ἐν παραβολαῖς αὐτοῖς λέγων·
诸天的国好比一个王,为自己的儿子摆设婚宴。
Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ.
他打发仆人去,请那些被邀的人来赴婚宴,他们却不肯来。
καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.
王又打发别的仆人,说:你们去告诉那些被邀的人:看哪,我的筵席已经预备好了,我的公牛和肥畜已经宰了,样样都齐备,请来赴婚宴。
πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· Εἴπατε τοῖς κεκλημένοις· Ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμακα οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.
那些人却不理,一个到自己田里去,一个作买卖去;
οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ·
其余的抓住王的仆人,凌辱他们,把他们杀了。
οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν.
王就大怒,发兵除灭那些凶手,烧毁了他们的城。
ὁ δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.
于是对仆人说:婚宴已经齐备,只是所请的人不配。
τότε λέγει τοῖς δούλοις αὐτοῦ· Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι·
所以你们往大路口去,凡遇见的,都请来赴婚宴。
πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους.
那些仆人就出去,到大路上,凡遇见的,不论恶人善人,都聚集了来;婚宴上就坐满了赴席的人。
καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας οὓς εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.
王进来观看赴席的人,见那里有一个没有穿婚宴礼服的人,
εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου·
就对他说:朋友,你没有婚宴的礼服,怎么进到这里来呢?那人无言可答。
καὶ λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη.
于是王对仆役说:捆起他的手脚,把他丢在外边的黑暗里;在那里必要哀哭切齿了。
τότε ὁ βασιλεὺς εἶπεν τοῖς διακόνοις· Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
因为被召的人多,被选的人少。
πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί.
于是法里赛人去商议,怎样就着耶稣斯的话语陷害他。
Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.
就打发他们的门徒同赫罗德党人1去见耶稣斯,说:老师,我们知道你是诚实的,又按真理传神的道,什么人你都不徇情面,因为你不看人的外貌。
1 Ἡρῳδιανοί——直译“赫罗德的人”,指拥护赫罗德斯家族统治、亲罗迈的一党人;“党人”为按语意所加的意译成分,非音译本身的一部分。
καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων·
耶稣斯看出他们的恶意,就说:假善人,为什么试探我?
γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· Τί με πειράζετε, ὑποκριταί;
拿一个上税的钱给我看。他们就拿一个德纳里乌来给他。
ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.
耶稣斯说:这像和这名号是谁的?
καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;
他们说:是卡伊萨尔的。于是耶稣斯说:这样,卡伊萨尔的物当归给卡伊萨尔,神的物当归给神。
λέγουσιν αὐτῷ Καίσαρος. τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.
他们听见就希奇,离开他走了。
καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.
那一天,说没有复活的萨都塞人来到耶稣斯跟前,问他说:
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν
1 ἐπιγαμβρεύω——直译“续娶”,指依摩伍塞斯律法,兄长无嗣而死,弟当娶其遗孀,为亡兄立后(利未婚俗)。
λέγοντες· Διδάσκαλε, Μωϋσῆς εἶπεν· Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
我们中间曾有兄弟七人,第一个娶了妻,死了,没有孩子,撇下妻子给兄弟。
ἦσαν δὲ παρʼ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γήμας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ·
第二个、第三个,直到第七个,也都是这样。
ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά·
末了,那妇人也死了。
ὕστερον δὲ πάντων ἀπέθανεν ἡ γυνή.
这样,当复活的时候,她是这七个人中哪一个的妻子呢?因为他们都娶过她。
ἐν τῇ ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν.
耶稣斯回答他们说:你们错了,因为不明白经书,也不明白神的能力。
Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ·
当复活的时候,人也不娶也不嫁,乃像天上的使者一样。
ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται ἀλλʼ ὡς ἄγγελοι θεοῦ ἐν τῷ οὐρανῷ εἰσιν·
论到死人复活,神对你们所说的,你们没有读过吗?他说:
περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος·
我是阿布拉安的神,伊萨阿克的神,伊亚科布的神。神不是死人的神,乃是活人的神。
Ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ θεὸς νεκρῶν ἀλλὰ ζώντων.
群众听见这话,就希奇他的教训。
καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
法里赛人听见耶稣斯堵住了萨都塞人的口,就聚集在一起。
Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό.
1 νομικός——直译“律法之人”,即精通摩伍塞斯律法、以解释律法为业者。
καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων αὐτόν
老师,律法中哪一条诫命是最大的?
Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;
耶稣斯对他说:你要尽心、尽性、尽意,爱主你的神。
ὁ δὲ ἔφη αὐτῷ· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου·
这是最大的,也是第一条诫命。
αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή.
第二条也与此相似,就是要爱邻舍如同自己。
Δευτέρα δὲ ὁμοία αὐτῇ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
这两条诫命是律法和先知一切道理的总纲。
ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται.
法里赛人聚集的时候,耶稣斯问他们说:
Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς
论到克里斯托斯,你们的意见如何?他是谁的子孙呢?他们说:是达乌依德的子孙。
λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ· Τοῦ Δαυίδ.
耶稣斯说:这样,达乌依德被圣灵感动,怎么还称他为主,说:
λέγει αὐτοῖς· Πῶς οὖν Δαυὶδ ἐν πνεύματι καλεῖ αὐτὸν κύριον λέγων·
主对我主说:你坐在我的右边,等我把你的仇敌放在你的脚下。
Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου;
达乌依德既称他为主,他怎么又是达乌依德的子孙呢?
εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν;
没有人能回答他一句话语;从那天起,也没有人敢再问他什么了。
καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπʼ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.