KoineCommunity Bible Notes
Help Sign up Log in

Translations › zh-literal › 馬太福音

馬太福音 ch. 2

Traditional author: Matthew

Chinese Literal (Simplified) · Release 1.0 (published 2026-10-09)

1
zh-literal

而耶稣斯在犹迪亚的贝特莱恒出生的时候,正当王赫罗德斯的日子,看哪,术士们1从东方来到耶罗索利玛,

Footnotes

1 μάγος——术士、占星者、(波斯的)祭司学者;后世演变为“行邪术者”之意,此处指精通星象之学者。

Original text · Greek

Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλέεμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα

2
zh-literal

说:那生下来作犹迪亚人之王的在哪里?因为我们在东方看见了他的星,就来要向他下拜。

Original text · Greek

λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.

3
zh-literal

而王赫罗德斯听见了,就惊惶不安,耶罗索利玛全城也与他一同惊惶。

Original text · Greek

ἀκούσας δὲ ὁ βασιλεὺς Ἡρῴδης ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετʼ αὐτοῦ,

4
zh-literal

他就召集所有大祭司们和民间的文士们,查问他们,克里斯托斯该生在哪里。

Original text · Greek

καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρʼ αὐτῶν ποῦ ὁ χριστὸς γεννᾶται.

5
zh-literal

他们对他说:在犹迪亚的贝特莱恒,因为借先知所写的是这样:

Original text · Greek

οἱ δὲ εἶπαν αὐτῷ· Ἐν Βηθλέεμ τῆς Ἰουδαίας· οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου·

6
zh-literal

而你,伊乌达斯地的贝特莱恒啊,在伊乌达斯的众首领中,你绝不是最小的,因为将有一位首领从你那里出来,他要牧养我的民以色列。

Original text · Greek

Καὶ σύ, Βηθλέεμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.

7
zh-literal

于是赫罗德斯暗中召了术士们来,仔细查问他们那星出现的时间,

Original text · Greek

Τότε Ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρʼ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος,

8
zh-literal

就打发他们往贝特莱恒去,说:你们去仔细寻访那小孩子的事,一找到了,就来报告我,好让我也去向他下拜。

Original text · Greek

καὶ πέμψας αὐτοὺς εἰς Βηθλέεμ εἶπεν· Πορευθέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.

9
zh-literal

他们听了王的话就去了,看哪,他们在东方所看见的那星在他们前头行,直到来到小孩子所在的地方,就停在上头。

Original text · Greek

οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν, καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτούς, ἕως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον.

10
zh-literal

他们看见那星,就大大地、极其欢喜。

Original text · Greek

ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα.

11
zh-literal

他们进了屋子,看见小孩子和他的母亲玛丽亚在一起,就俯伏下拜他,并打开他们的宝盒,将礼物献给他,就是黄金、乳香和没药。

Original text · Greek

καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν.

12
zh-literal

他们又在梦中得了指示1,不要回到赫罗德斯那里去,就从别的路回自己的地方去了。

Footnotes

1 χρηματίζω——(神)晓谕、指示、显示旨意。

Original text · Greek

καὶ χρηματισθέντες κατʼ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην διʼ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.

13
zh-literal

他们离去之后,看哪,主的使者在梦中向约谢弗显现,说:起来,带着小孩子和他的母亲逃往埃及,留在那里,直到我告诉你,因为赫罗德斯将要寻找那小孩子,要除灭他。

Original text · Greek

Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατʼ ὄναρ τῷ Ἰωσὴφ λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό.

14
zh-literal

他就起来,趁夜带着小孩子和他的母亲往埃及去,

Original text · Greek

ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον,

15
zh-literal

住在那里,直到赫罗德斯死去,为要应验主借先知所说的话:我从埃及召出我的儿子来。

Original text · Greek

καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου· ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.

16
zh-literal

于是赫罗德斯见自己被术士们戏弄了,就极其恼怒,便差人将贝特莱恒城内和四境所有两岁以内的男孩都杀尽了,是照着他向术士们仔细查问出来的时间。

Original text · Greek

Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλέεμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων.

17
zh-literal

这就应验了借先知耶雷米亚斯所说的话:

Original text · Greek

τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος·

18
zh-literal

在拉玛听见有声音,是极大的哭泣和哀号;是拉黑尔在为她的儿女哭泣,不肯受安慰,因为他们都不在了。

Original text · Greek

Φωνὴ ἐν Ῥαμὰ ἠκούσθη κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελεν παρακληθῆναι ὅτι οὐκ εἰσίν.

19
zh-literal

赫罗德斯死了以后,看哪,主的使者在埃及,在梦中向约谢弗显现,

Original text · Greek

Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος κυρίου φαίνεται κατʼ ὄναρ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ

20
zh-literal

说:起来,带着小孩子和他的母亲往以色列地去,因为那些寻索小孩子性命的人已经死了。

Original text · Greek

λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.

21
zh-literal

他就起来,带着小孩子和他的母亲,进入以色列地。

Original text · Greek

ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ εἰσῆλθεν εἰς γῆν Ἰσραήλ.

22
zh-literal

只因听见阿尔赫拉奥斯接替他父亲赫罗德斯作犹迪亚王,就怕往那里去;又在梦中得了指示,便往加利莱亚地区去了,

Original text · Greek

ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἡρῴδου ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατʼ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας,

23
zh-literal

到了那里,就住在一座叫纳扎雷特的城里,为要应验借众先知所说的话:他将被称为纳扎雷特人。

Original text · Greek

καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.