众人都起来,把耶稣斯解到皮拉托斯面前。
Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.
就开始控告他说:我们见这人诱惑我们的国民,禁止纳税给凯撒,并说自己是克里斯托斯,是王。
ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ἡμῶν καὶ κωλύοντα φόρους Καίσαρι διδόναι καὶ λέγοντα αὑτὸν χριστὸν βασιλέα εἶναι.
皮拉托斯问他说:你是犹迪亚人的王吗?耶稣斯回答说:你说的是。
ὁ δὲ Πιλᾶτος ἠρώτησεν αὐτὸν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Σὺ λέγεις.
皮拉托斯对大祭司和众人说:我查不出这人有什么罪来。
ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους· Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.
他们越发极力地说:他煽动百姓,在犹迪亚全地教导人,从加利拉亚起,直到这里。
οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθʼ ὅλης τῆς Ἰουδαίας, καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.
皮拉托斯听见,就问这人是不是加利拉亚人;
Πιλᾶτος δὲ ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν,
既知道他属赫罗迪斯的管辖,就把他送到赫罗迪斯那里去,那几天赫罗迪斯正好也在耶罗萨冷。
καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.
赫罗迪斯看见耶稣斯,就很欢喜,因为他早就想看见他,因听见许多关于他的事,又盼望看他行一件神迹。
ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπʼ αὐτοῦ γινόμενον.
于是问他许多话语,耶稣斯却一言不答。
ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.
大祭司和经学教师都站着,极力控告他。
εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ.
赫罗迪斯和他的兵丁就藐视耶稣斯,戏弄他,给他穿上华丽的衣服,把他送回皮拉托斯那里去。
ἐξουθενήσας δὲ αὐτὸν καὶ ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.
从前赫罗迪斯和皮拉托斯彼此有仇恨,在那一天就成了朋友。
ἐγένοντο δὲ φίλοι ὅ τε Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετʼ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς αὑτούς
皮拉托斯就叫齐了大祭司、官长和百姓,
Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν
对他们说:你们解这个人到我这里,说他是煽惑百姓的;看哪,我已经在你们面前审问他,你们所控告他的事,我查不出这人有什么罪来;
εἶπεν πρὸς αὐτούς· Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατʼ αὐτοῦ.
就是赫罗迪斯也是如此,所以又把他送回我们这里来;看哪,他没有做过什么该死的事。
ἀλλʼ οὐδὲ Ἡρῴδης, ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ·
我要责打他,把他释放了。
παιδεύσας οὖν αὐτὸν ἀπολύσω
众人却一齐喊着说:除掉这个人,给我们释放巴拉巴斯;
Ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν τὸν Βαραββᾶν·
这巴拉巴斯是因城里发生的一次叛乱和凶杀,被下在监里的。
ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον βληθεὶς ἐν τῇ φυλακῇ.
皮拉托斯愿意释放耶稣斯,就又对他们劝解;
πάλιν δὲ ὁ Πιλᾶτος προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.
无奈他们喊着说:钉他十字架,钉他十字架。
οἱ δὲ ἐπεφώνουν λέγοντες· Σταύρου σταύρου αὐτόν.
皮拉托斯第三次对他们说:这个人到底做了什么恶事呢?我查不出他有什么该死的罪来,所以我要责打他,把他释放了。
ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
他们大声催逼皮拉托斯,要求把耶稣斯钉在十字架上;他们的声音就得了胜。
οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν
于是皮拉托斯照他们所求的判决。
καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν·
把他们所求的那因叛乱和凶杀下在监里的释放了,把耶稣斯交给他们随意处置。
ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
他们把耶稣斯带走的时候,抓住一个从乡下来的库勒内人西莫恩,把十字架搁在他身上,叫他背着,跟在耶稣斯后面。
Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπʼ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ.
有许多百姓跟随耶稣斯,又有妇女为他捶胸哀哭。
Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
耶稣斯转身对她们说:耶罗萨冷的女儿们,不要为我哭,当为自己和自己的儿女哭。
στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπεν· Θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπʼ ἐμέ· πλὴν ἐφʼ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν,
因为日子将到,人要说:不生育的、未曾怀胎的、未曾乳养孩子的,有福了。
ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱ στεῖραι καὶ αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἔθρεψαν
那时,人要对大山说:倒在我们身上吧;对小山说:遮盖我们吧。
τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν· Πέσετε ἐφʼ ἡμᾶς, καὶ τοῖς βουνοῖς· Καλύψατε ἡμᾶς·
因为在这些事上,青绿的树尚且如此,枯干的树将怎么样呢?
ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;
又有两个犯人,也被带来和耶稣斯一同处死。
Ἤγοντο δὲ καὶ ἕτεροι κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι.
到了一个名叫头骨地的地方,就在那里把耶稣斯钉在十字架上,又钉了两个犯人,一个在右边,一个在左边。
καὶ ὅτε ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν.
耶稣斯说:父啊,赦免他们,因为他们不知道自己在做什么。他们又拈阄分他的衣服。
ὁ δὲ Ἰησοῦς ἔλεγεν· Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους
百姓站在那里观看,官长也嗤笑他,说:他拯救了别人,他若是神所拣选的克里斯托斯,可以拯救自己吧。
καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες λέγοντες· Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστὸς τοῦ θεοῦ, ὁ ἐκλεκτός.
兵丁也上前戏弄他,拿醋送给他喝,
ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ὄξος προσφέροντες αὐτῷ
说:你若是犹迪亚人的王,可以拯救自己吧。
καὶ λέγοντες· Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.
在耶稣斯上方还有一个牌子,写着:这是犹迪亚人的王。
ἦν δὲ καὶ ἐπιγραφὴ ἐπʼ αὐτῷ Ὁ βασιλεὺς τῶν Ἰουδαίων οὗτος
被挂着的犯人中,有一个讥诮他说:你不是克里斯托斯吗?拯救你自己和我们吧。
Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν λέγων Οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς.
另一个就应声责备他说:你既是一样受刑的,还不惧怕神吗?
ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη· Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
我们受刑是应当的,因为我们所受的与我们所做的相称;但这个人没有做过一件不对的事。
καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.
他又说:耶稣斯啊,你得国降临的时候,求你记念我。
καὶ ἔλεγεν Ἰησοῦ, μνήσθητί μου ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
耶稣斯对他说:我实在告诉你,今天你要同我在乐园里了。
καὶ εἶπεν αὐτῷ Ἀμήν σοι λέγω σήμερον μετʼ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
那时约有正午,遍地都黑暗了,直到申初,
Καὶ ἦν ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφʼ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης
因为日头变黑了;圣所的幔子从当中裂为两半。
τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον.
耶稣斯大声喊着说:父啊,我将我的灵魂交在你手里。说了这话,气就断了。
καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· Πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου. τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν.
百夫长看见所发生的事,就归荣耀与神,说:这人实在是义人。
Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.
聚集观看这景象的众人,看见所发生的事,都捶着胸回去了。
καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωρήσαντες τὰ γενόμενα, τύπτοντες τὰ στήθη ὑπέστρεφον.
还有一切熟识耶稣斯的人,和从加利拉亚跟着他来的妇女们,都远远地站着看这些事。
εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῷ μακρόθεν καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
看哪,有一个人名叫约谢弗,是议会的成员,是个善良公义的人——
Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων, ἀνὴρ ἀγαθὸς καὶ δίκαιος—
这人并没有附从他们的计谋和行为——他是犹迪亚人的城阿里马泰亚人,素常盼望神的国,
οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν— ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ,
这个人来到皮拉托斯那里,求耶稣斯的身体,
οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ,
把它取下来,用细麻布裹好,安放在一个凿出来的坟墓里,那里头从来没有葬过人。
καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος.
那日是预备日,安息日快到了。
καὶ ἡμέρα ἦν παρασκευῆς, καὶ σάββατον ἐπέφωσκεν.
那些从加利拉亚和耶稣斯同来的妇女跟在后面,看见了坟墓,也看见他的身体怎样安放;
κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ,
就回去,预备了香料香膏。她们在安息日,便照诫命安息了。
ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν,