你们中间的争战斗殴,是从哪里来的呢?不是从你们百体中战斗之私欲来的吗?
Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;
你们贪恋,还是得不着,你们杀害嫉妒,又斗殴争战,也不能得,因为你们不求。
ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς·
你们求也得不着,是因为你们妄求,要浪费在你们的宴乐中。
αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.
你们这些淫乱的人哪,岂不知与世俗为友,就是与神为敌吗?所以凡想要与世俗为友的,就是与神为敌了。
μοιχαλίδες οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται.
你们想经上所说是徒然的吗?神所赐、住在我们里面的灵,是恋爱至于嫉妒吗?
ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει· Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκισεν ἐν ἡμῖν;
但他赐更多的恩典,所以经上说:神阻挡骄傲的人,赐恩给谦卑的人。
μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει· Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν.
故此,你们要顺服神,务要抵挡魔鬼,魔鬼就必离开你们逃跑了。
ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφʼ ὑμῶν·
你们亲近神,神就必亲近你们,有罪的人哪,要洁净你们的手,心怀二意的人哪,要清洁你们的心。
ἐγγίσατε τῷ θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.
你们要愁苦、悲哀、哭泣,将喜笑变作悲哀,欢乐变作愁闷。
ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν·
务要在主面前自卑,主就必叫你们升高。
ταπεινώθητε ἐνώπιον κυρίου καὶ ὑψώσει ὑμᾶς.
弟兄们,你们不可彼此批评,人若批评弟兄,判断弟兄,就是批评律法,判断律法,你若判断律法,就不是遵行律法,乃是判断人的。
Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής.
设立律法和判断人的,只有一位,就是那能拯救人也能灭人的,你是谁,竟敢判断别人呢?
εἷς ἐστιν νομοθέτης καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, ὁ κρίνων τὸν πλησίον
嗐,你们有话说:今天明天我们要往某城里去,在那里住一年,做买卖得利。
Ἄγε νῦν οἱ λέγοντες· Σήμερον ἢ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν
其实明天如何,你们还不知道,你们的生命是什么呢?你们原来是一片云雾,出现少时就不见了。
οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον ποία ἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ ἐστε ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα καὶ ἀφανιζομένη·
你们只当说:主若愿意,我们就可以活着,也可以做这事,或做那事。
ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν ὁ κύριος θελήσῃ καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἢ ἐκεῖνο.
现今你们竟以张狂夸口,凡这样夸口都是恶的。
νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
人若知道行善,却不去行,这就是他的罪了。
εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.