KoineCommunity Bible Notes
Help Sign up Log in

Translations › zh-literal › 雅各書

雅各書 ch. 2

Traditional author: James

Chinese Literal (Simplified) · Release 1.0 (published 2026-10-09)

1
zh-literal

我的弟兄们,你们持有我们荣耀的主耶稣斯·克里斯托斯的信,便不可按着外貌待人。

Original text · Greek

Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης;

2
zh-literal

若有一个人戴着金戒指,穿着华美衣服,进你们的会堂去,又有一个穷人穿着肮脏衣服也进去,

Original text · Greek

ἐὰν γὰρ εἰσέλθῃ εἰς συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι,

3
zh-literal

你们就看重那穿华美衣服的人,说:请坐在这好位上,又对那穷人说:你站在那里,或坐在我脚凳下边,

Original text · Greek

ἐπιβλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητε Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε· Σὺ στῆθι ἢ κάθου ἐκεῖ ὑπὸ τὸ ὑποπόδιόν μου,

4
zh-literal

这岂不是你们偏心待人,用恶意断定人吗?

Original text · Greek

οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν;

5
zh-literal

我亲爱的弟兄们请听,神岂不是拣选了世上的贫穷人,叫他们在信上富足,并承受他所应许给那些爱他之人的国吗?

Original text · Greek

ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς τῷ κόσμῳ πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν;

6
zh-literal

你们反倒羞辱贫穷人。那富足人岂不是欺压你们,拉你们到公堂去吗?

Original text · Greek

ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια;

7
zh-literal

他们不是亵渎你们所敬奉的尊名吗?

Original text · Greek

οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφʼ ὑμᾶς;

8
zh-literal

经上记着说:要爱人如己,你们若全守这至尊的律法,才是好的。

Original text · Greek

Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε·

9
zh-literal

但你们若按外貌待人,便是犯罪,被律法定为犯法的。

Original text · Greek

εἰ δὲ προσωπολημπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται.

10
zh-literal

因为凡遵守全律法的,只在一条上跌倒,他就是犯了众条。

Original text · Greek

ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσῃ, πταίσῃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος.

11
zh-literal

原来那说不可奸淫的,也说不可杀人,你就是不奸淫,却杀人,仍是犯律法的。

Original text · Greek

ὁ γὰρ εἰπών· Μὴ μοιχεύσῃς εἶπεν καί· Μὴ φονεύσῃς εἰ δὲ οὐ μοιχεύεις φονεύεις δέ, γέγονας παραβάτης νόμου.

12
zh-literal

你们既然要按使人自由的律法受审判,就该照这律法说话行事。

Original text · Greek

οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι.

13
zh-literal

因为那不怜悯人的,也要受无怜悯的审判,怜悯原是向审判夸胜。

Original text · Greek

ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος κατακαυχᾶται ἔλεος κρίσεως.

14
zh-literal

我的弟兄们,若有人说自己有信,却没有行为,有什么益处呢?这信能救他吗?

Original text · Greek

Τί ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν ἔργα δὲ μὴ ἔχῃ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν;

15
zh-literal

若是弟兄或是姐妹,赤身露体,又缺了日用的饮食,

Original text · Greek

ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι τῆς ἐφημέρου τροφῆς,

16
zh-literal

你们中间有人对他们说:平平安安地去吧,愿你们穿得暖,吃得饱,却不给他们身体所需用的,这有什么益处呢?

Original text · Greek

εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν· Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί ὄφελος;

17
zh-literal

这样,信若没有行为就是死的。

Original text · Greek

οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ ἔχῃ ἔργα, νεκρά ἐστιν καθʼ ἑαυτήν.

18
zh-literal

必有人说:你有信,我有行为,你将你没有行为的信指给我看,我便藉着我的行为,将我的信指给你看。

Original text · Greek

Ἀλλʼ ἐρεῖ τις· Σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω. δεῖξόν μοι τὴν πίστιν σου χωρὶς τῶν ἔργων κἀγώ σοι δείξω ἐκ τῶν ἔργων μου τὴν πίστιν

19
zh-literal

你信神只有一位,你信的不错,鬼魔也信,却是战惊。

Original text · Greek

σὺ πιστεύεις ὅτι εἷς ἐστιν ὁ θεός; καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν.

20
zh-literal

虚浮的人哪,你愿意知道没有行为的信是死的吗?

Original text · Greek

θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων ἀργή ἐστιν;

21
zh-literal

我们的祖宗阿布拉安把他儿子伊萨阿克献在坛上,岂不是因行为称义吗?

Original text · Greek

Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον;

22
zh-literal

可见信是与他的行为并行,而且信因着行为才得成全。

Original text · Greek

βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη,

23
zh-literal

这就应验经上所说:阿布拉安信神,这就算为他的义,他又得称为神的朋友。

Original text · Greek

καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη.

24
zh-literal

这样看来,人称义是因着行为,不是单因着信。

Original text · Greek

ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον.

25
zh-literal

妓女拉哈布接待使者,又放他们从别的路上出去,不也是一样因行为称义吗?

Original text · Greek

ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα;

26
zh-literal

身体没有灵魂是死的,信没有行为也是死的。

Original text · Greek

ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς ἔργων νεκρά ἐστιν.