KoineCommunity Bible Notes
Help Sign up Log in

Translations › zh-literal › 希伯來書

希伯來書 ch. 5

Author unknown

Chinese Literal (Simplified) · Release 1.0 (published 2026-10-09)

1
zh-literal

凡从人间挑选的大祭司,是奉派替人办理属神的事,为要献上礼物和赎罪祭(或作要为罪献上礼物和祭物)。

Original text · Greek

Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν θεόν, ἵνα προσφέρῃ δῶρά ⸀τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν,

2
zh-literal

他能体谅那愚蒙的和失迷的人,因为他自己也是被软弱所困;

Original text · Greek

μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν,

3
zh-literal

因此他理当为百姓和自己献祭赎罪。

Original text · Greek

καὶ διʼ αὐτὴν ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ⸀αὐτοῦ προσφέρειν περὶ ἁμαρτιῶν.

4
zh-literal

这大祭司的尊荣,没有人自取,惟要蒙神所召,像阿阿伦一样。

Original text · Greek

Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ, καθώσπερ καὶ Ἀαρών.

5
zh-literal

如此,克里斯托斯也不是自取荣耀作大祭司,乃是在乎向他说:你是我的儿子,我今日生你的那一位;

Original text · Greek

οὕτως καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα, ἀλλʼ ὁ λαλήσας πρὸς αὐτόν· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε·

6
zh-literal

就如经上又有一处说:你是照着梅尔基塞德克的等次永远为祭司。

Original text · Greek

καθὼς καὶ ἐν ἑτέρῳ λέγει· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ.

7
zh-literal

克里斯托斯在肉体的时候,既大声哀哭,流泪祷告,恳求那能拯救他免死的主,就因他的虔诚蒙了应允。

Original text · Greek

ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας,

8
zh-literal

他虽然为儿子,还是因所受的苦难学了顺从。

Original text · Greek

καίπερ ὢν υἱός, ἔμαθεν ἀφʼ ὧν ἔπαθεν τὴν ὑπακοήν,

9
zh-literal

他既得以完全,就为凡顺从他的人成了永远救恩的根源,

Original text · Greek

καὶ τελειωθεὶς ἐγένετο ⸂πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου,

10
zh-literal

并蒙神照着梅尔基塞德克的等次称他为大祭司。

Original text · Greek

προσαγορευθεὶς ὑπὸ τοῦ θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισέδεκ.

11
zh-literal

论到梅尔基塞德克,我们有好些话语,并且难以解明,因为你们听不进去。

Original text · Greek

Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.

12
zh-literal

看你们学习的日子久了,本该作师傅,谁知还得有人将神圣言小学的开端另教导你们,并且成了那必须吃奶、不能吃干粮的人。

Original text · Greek

καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ⸀ἔχετε τοῦ διδάσκειν ὑμᾶς τινὰ τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος ⸂καὶ οὐ στερεᾶς τροφῆς.

13
zh-literal

凡只能吃奶的都不熟练义的话语,因为他是婴孩;

Original text · Greek

πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης, νήπιος γάρ ἐστιν·

14
zh-literal

惟独长大成人的,才能吃干粮,他们的心窍习练得通达,就能分辨好歹了。

Original text · Greek

τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ ⸀τε καὶ κακοῦ.