信就是所望之事的实底,是未见之事的确据。
Ἔστιν δὲ πίστις ἐλπιζομένων ὑπόστασις, πραγμάτων ἔλεγχος οὐ βλεπομένων.
古人在这信上得了美好的证据。
ἐν ταύτῃ γὰρ ἐμαρτυρήθησαν οἱ πρεσβύτεροι.
我们因着信,就知道诸世界是藉神话造成的,这样,所看见的,并不是从显然之物造出来的。
Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων ⸂τὸ βλεπόμενον γεγονέναι.
哈贝尔因着信,献祭与神,比卡因所献的更美,因此便得了称义的见证,就是神指他礼物作的见证,他虽然死了,却因这信仍旧说话。
Πίστει πλείονα θυσίαν Ἅβελ παρὰ Κάϊν προσήνεγκεν τῷ θεῷ, διʼ ἧς ἐμαρτυρήθη εἶναι δίκαιος, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ ⸀τοῦ θεοῦ, καὶ διʼ αὐτῆς ἀποθανὼν ἔτι ⸀λαλεῖ.
埃诺赫因着信,被接去,不至于见死,人也找不着他,因为神已经把他接去了。只是他被接去以先,已经得了神喜悦他的明证。
Πίστει Ἑνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ θεός· πρὸ γὰρ τῆς μεταθέσεως μεμαρτύρηται εὐαρεστηκέναι τῷ θεῷ·
人非有信,就不能得神的喜悦,因为到神面前来的人,必须信有神,且信他赏赐那寻求他的人。
χωρὶς δὲ πίστεως ἀδύνατον εὐαρεστῆσαι, πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον ⸀τῷ θεῷ ὅτι ἔστιν καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται.
诺埃因着信,既蒙神指示他未见的事,动了敬畏的心,预备了一只方舟,为他全家的救恩,因此就定了那世代的罪,自己也承受了那从信而来的义。
Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων εὐλαβηθεὶς κατεσκεύασεν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, διʼ ἧς κατέκρινεν τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
阿布拉安因着信,蒙召的时候,就遵命出去,往将来要得为业的地方去,出去的时候,还不知往哪里去。
Πίστει καλούμενος Ἀβραὰμ ὑπήκουσεν ἐξελθεῖν εἰς ⸀τόπον ὃν ἤμελλεν λαμβάνειν εἰς κληρονομίαν, καὶ ἐξῆλθεν μὴ ἐπιστάμενος ποῦ ἔρχεται.
他因着信,就在所应许之地作客,好像在异地居住帐棚,与那同蒙一个应许的伊萨阿克、亚科布一样。
Πίστει παρῴκησεν εἰς ⸂γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς·
因为他等候那座有根基的城,就是神所经营所建造的。
ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός.
因着信,连萨拉自己,虽然过了生育的岁数,还能怀孕,因她以为那应许她的是可信的。
Πίστει καὶ αὐτῇ Σάρρᾳ δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβεν καὶ παρὰ καιρὸν ἡλικίας, ⸀ἐπεὶ πιστὸν ἡγήσατο τὸν ἐπαγγειλάμενον·
所以从一个仿佛已死的人就生出子孙,如同天上的星那样众多,海边的沙那样无数。
διὸ καὶ ἀφʼ ἑνὸς ἐγεννήθησαν, καὶ ⸀ταῦτα νενεκρωμένου, καθὼς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ⸂ὡς ἡ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος.
这些人都是存着信死的,并没有得着所应许的,却从远处望见,且欢喜迎接,又承认自己在世上是客旅,是寄居的。
Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ ⸀κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ⸀ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς,
说这样话的人是表明自己要找一个家乡。
οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσιν.
他们若想念所离开的家乡,还有可以回去的机会。
καὶ εἰ μὲν ἐκείνης ⸀ἐμνημόνευον ἀφʼ ἧς ⸀ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι·
他们却羡慕一个更美的家乡,就是在天上的,所以神被称为他们的神,并不以为耻,因为他已经给他们预备了一座城。
⸀νῦν δὲ κρείττονος ὀρέγονται, τοῦτʼ ἔστιν ἐπουρανίου. διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ θεὸς θεὸς ἐπικαλεῖσθαι αὐτῶν, ἡτοίμασεν γὰρ αὐτοῖς πόλιν.
阿布拉安因着信,被试验的时候,就把伊萨阿克献上,这便是那欢喜领受应许的,将自己独生的儿子献上。
Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος,
论到这儿子曾有话说:从伊萨阿克生的才要称为你的后裔。
πρὸς ὃν ἐλαλήθη ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα,
他以为神还能叫人从死里复活,他也仿佛从死中得回他的儿子来,这是预表的意思。
λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.
伊萨阿克因着信,就指着将来的事,给亚科布、埃扫祝福。
Πίστει ⸀καὶ περὶ μελλόντων εὐλόγησεν Ἰσαὰκ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ.
亚科布因着信,临死的时候,给伊奥塞夫的两个儿子各自祝福,扶着杖头敬拜神。
Πίστει Ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.
伊奥塞夫因着信,临终的时候,提到以色列子孙将来要出埃及,并为自己的骸骨留下遗命。
Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο.
莫伊塞斯生下来,他的父母见他是俊美的孩子,就因着信,把他藏了三个月,并不怕王命。
Πίστει Μωϋσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως.
莫伊塞斯因着信,长大了就不肯称为法拉奥女儿之子。
Πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ,
他宁可和神的百姓同受苦害,也不愿暂时享受罪中之乐。
μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν,
他看为克里斯托斯受的凌辱,比埃及的财物更宝贵,因他想望所要得的赏赐。
μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ, ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν.
他因着信,就离开埃及,不怕王怒,因为他恒心忍耐,如同看见那不能看见的主。
Πίστει κατέλιπεν Αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως, τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν.
他因着信,就守逾越节,行洒血的礼,免得那灭长子的临近以色列人。
Πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν.
他们因着信,过红海如行干地,埃及人试着要过去,就被吞灭了。
Πίστει διέβησαν τὴν Ἐρυθρὰν Θάλασσαν ὡς διὰ ξηρᾶς γῆς, ἧς πεῖραν λαβόντες οἱ Αἰγύπτιοι κατεπόθησαν.
以色列人因着信,围绕耶里科城七日,城墙就倒塌了。
Πίστει τὰ τείχη Ἰεριχὼ ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας.
妓女拉哈布因着信,曾和和平平地接待探子,就不与那些不顺从的人一同灭亡。
Πίστει Ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετʼ εἰρήνης.
我又何必再说呢?若要一一细说,格德昂、巴拉克、桑普松、耶夫塔埃、达乌伊德、萨姆埃尔,和众先知的事,时候就不够了。
Καὶ τί ἔτι λέγω; ἐπιλείψει ⸂με γὰρ διηγούμενον ὁ χρόνος περὶ Γεδεών, Βαράκ, Σαμψών, Ἰεφθάε, Δαυίδ τε καὶ Σαμουὴλ καὶ τῶν προφητῶν,
他们因着信,制伏了敌国,行了义,得了应许,堵了狮子的口,
οἳ διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων,
灭了烈火的猛势,脱了刀剑的锋刃,软弱变为刚强,争战显出勇敢,打退外邦的全军。
ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρης, ⸀ἐδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων.
有妇人得自己的死人复活,又有人忍受严刑,不肯苟且得释放,为要得着更美的复活。
ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν·
又有人忍受戏弄、鞭打、捆锁、监禁各等的磨炼,
ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς·
被石头打死,被锯锯死,受试探,被刀杀,披着绵羊山羊的皮,各处奔跑,受穷乏,患难,苦害,
⸀ἐλιθάσθησαν, ⸀ἐπρίσθησαν, ⸂ἐν φόνῳ μαχαίρης ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,
在旷野、山岭、山洞、地穴,飘流无定,本是世界不配有的人。
ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ⸀ἐπὶ ἐρημίαις πλανώμενοι καὶ ὄρεσιν καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς.
这些人都是因信得了美好的证据,却仍未得着所应许的。
Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν,
因为神给我们预备了更美的事,叫他们若不与我们同得,就不能完全。
τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.