KoineCommunity Bible Notes
Help Sign up Log in

Translations › zh-literal › 加拉太書

加拉太書 ch. 2

Traditional author: Paul

Chinese Literal (Simplified) · Release 1.0 (published 2026-10-09)

1
zh-literal

过了十四年,我同巴尔纳巴斯又上耶罗索利玛去,也带着提托斯同去。

Original text · Greek

Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρναβᾶ συμπαραλαβὼν καὶ Τίτον·

2
zh-literal

我是奉启示上去的,把我在外邦人中所传的福音陈述给他们看,只是私下对那些有名望的人说,惟恐我现在或从前徒然奔跑。

Original text · Greek

ἀνέβην δὲ κατὰ ἀποκάλυψιν· καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσιν, κατʼ ἰδίαν δὲ τοῖς δοκοῦσιν, μή πως εἰς κενὸν τρέχω ἢ ἔδραμον.

3
zh-literal

但与我同去的提托斯,虽是希腊人,也没有被强逼受割礼;

Original text · Greek

ἀλλʼ οὐδὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι·

4
zh-literal

这是因为暗中被引进来的假弟兄,他们混了进来,要窥探我们在克里斯托斯·耶稣斯里的自由,要叫我们作奴仆;

Original text · Greek

διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν ἣν ἔχομεν ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἡμᾶς καταδουλώσουσιν

5
zh-literal

我们就是一刻也没有向他们顺服屈从,为要叫福音的真理仍存在你们中间。

Original text · Greek

οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς.

6
zh-literal

至于那些有名望的,不论他们从前怎样,与我都没有关系;神不以外貌取人——那些有名望的,并没有加增我什么,

Original text · Greek

ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι— ὁποῖοί ποτε ἦσαν οὐδέν μοι διαφέρει· πρόσωπον θεὸς ἀνθρώπου οὐ λαμβάνει— ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο,

7
zh-literal

反倒看见了主托我传福音给未受割礼的人,正如托佩特罗斯传福音给受割礼的人;

Original text · Greek

ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας καθὼς Πέτρος τῆς περιτομῆς,

8
zh-literal

那感动佩特罗斯、叫他为受割礼之人作使徒的,也感动我,叫我为外邦人作使徒;

Original text · Greek

ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη,

9
zh-literal

又知道所赐给我的恩典,那称为柱石的亚科博斯、克法斯、约安内斯,就向我和巴尔纳巴斯用右手行相交之礼,叫我们往外邦人那里去,他们往受割礼的人那里去;

Original text · Greek

καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρναβᾷ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν·

10
zh-literal

只是嘱咐我们记念穷人,这也是我一向所热心行的。

Original text · Greek

μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.

11
zh-literal

后来克法斯到了安提奥基亚,因他有可责之处,我就当面抵挡他。

Original text · Greek

Ὅτε δὲ ἦλθεν Κηφᾶς εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν·

12
zh-literal

从前,未有几个人从亚科博斯那里来,他和外邦人一同吃饭;及至他们来到,他因怕奉割礼的人,就退去与外邦人隔开了。

Original text · Greek

πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν, φοβούμενος τοὺς ἐκ περιτομῆς.

13
zh-literal

其余的犹迪亚人也都随着他装假,甚至连巴尔纳巴斯也随伙装假。

Original text · Greek

καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρναβᾶς συναπήχθη αὐτῶν τῇ ὑποκρίσει.

14
zh-literal

但我一看见他们行得不正,与福音的真理不合,就在众人面前对克法斯说:你既是犹迪亚人,若随外邦人行事,不随犹迪亚人行事,怎么还勉强外邦人随犹迪亚人呢?

Original text · Greek

ἀλλʼ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων· Εἰ σὺ Ἰουδαῖος ὑπάρχων ἐθνικῶς καὶ οὐκ Ἰουδαϊκῶς ζῇς, πῶς τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν;

15
zh-literal

我们这生来的犹迪亚人,不是从外邦来的罪人;

Original text · Greek

Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί,

16
zh-literal

既知道人称义不是因行律法,乃是因耶稣斯·克里斯托斯的信,连我们也信了克里斯托斯·耶稣斯,使我们因克里斯托斯的信称义,不因行律法称义;因为凡有肉体的,没有一人因行律法称义。

Original text · Greek

εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ.

17
zh-literal

我们若求在克里斯托斯里称义,却仍旧是罪人,难道克里斯托斯是叫人犯罪的吗?决不是!

Original text · Greek

εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο·

18
zh-literal

我素来所拆毁的,若重新建造,这就证明自己是犯罪的人。

Original text · Greek

εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνιστάνω

19
zh-literal

我因律法而向律法死了,叫我可以向神活着。我已经与克里斯托斯同钉十字架,

Original text · Greek

ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον ἵνα θεῷ ζήσω· Χριστῷ συνεσταύρωμαι·

20
zh-literal

现在活着的不再是我,乃是克里斯托斯在我里面活着;并且我如今在肉体活着,是因信神的儿子而活,他是爱我,为我舍己的。

Original text · Greek

ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.

21
zh-literal

我不废掉神的恩典;义若是藉着律法得的,克里斯托斯就是徒然死了。

Original text · Greek

οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα Χριστὸς δωρεὰν ἀπέθανεν.