KoineCommunity Bible Notes
Help Sign up Log in

Translations › zh-literal › 以弗所書

以弗所書 ch. 5

Traditional author: Paul

Chinese Literal (Simplified) · Release 1.0 (published 2026-10-09)

1
zh-literal

所以你们该效法神,好像蒙慈爱的儿女一样;

Original text · Greek

γίνεσθε οὖν μιμηταὶ τοῦ θεοῦ, ὡς τέκνα ἀγαπητά,

2
zh-literal

也要凭爱心行事,正如克里斯托斯爱我们,为我们舍了自己,当作馨香的供物和祭物,献与神。

Original text · Greek

καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ⸀ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ⸀ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ θεῷ εἰς ὀσμὴν εὐωδίας.

3
zh-literal

至于淫乱并一切污秽,或是贪婪,在你们中间连提都不可,方合圣徒的体统。

Original text · Greek

πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις,

4
zh-literal

淫词、妄语和戏笑的话都不相宜,总要说感谢的话。

Original text · Greek

καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία.

5
zh-literal

因为你们确实知道,无论是淫乱的,是污秽的,是有贪心的,就是拜偶像的,在克里斯托斯和神的国里都无份。

Original text · Greek

τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ θεοῦ.

6
zh-literal

不要被人虚浮的话语欺哄,因这些事,神的忿怒必临到那悖逆之子。

Original text · Greek

Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.

7
zh-literal

所以你们不要与他们同伙。

Original text · Greek

μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν·

8
zh-literal

从前你们是暗昧的,但如今在主里面是光明的,行事为人就当像光明的儿女。

Original text · Greek

ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε

9
zh-literal

光明所结的果子,就是一切良善、义、诚实;

Original text · Greek

ὁ γὰρ καρπὸς τοῦ ⸀φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ

10
zh-literal

你们要察验何为主所喜悦的事。

Original text · Greek

δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ κυρίῳ,

11
zh-literal

那暗昧无益的事,不要与人同行,倒要责备行这事的人。

Original text · Greek

καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε,

12
zh-literal

因为他们暗中所行的,就是提起来也是可耻的。

Original text · Greek

τὰ γὰρ κρυφῇ γινόμενα ὑπʼ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν·

13
zh-literal

凡事受了光的责备,就显明出来。

Original text · Greek

τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται,

14
zh-literal

因为一切显明出来的,就是光。所以主说:你这睡着的人当醒过来,从死人中复活,克里斯托斯就要光照你了。

Original text · Greek

πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. διὸ λέγει· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.

15
zh-literal

你们要谨慎行事,不要像愚昧人,当像智慧人。

Original text · Greek

Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλʼ ὡς σοφοί,

16
zh-literal

要爱惜光阴,因为现今的世代邪恶。

Original text · Greek

ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.

17
zh-literal

不要作糊涂人,要明白主的旨意如何。

Original text · Greek

διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ ⸀συνίετε τί τὸ θέλημα τοῦ κυρίου.

18
zh-literal

不要醉酒,酒能使人放荡,乃要被圣灵充满。

Original text · Greek

καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι,

19
zh-literal

当用诗章、颂词、灵歌,彼此对说,口唱心和地赞美主;

Original text · Greek

λαλοῦντες ἑαυτοῖς ⸀ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ κυρίῳ,

20
zh-literal

凡事要奉我们主耶稣斯·克里斯托斯的名,常常感谢父神。

Original text · Greek

εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρί,

21
zh-literal

又当存敬畏克里斯托斯的心,彼此顺服。

Original text · Greek

Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ,

22
zh-literal

你们作妻子的,当顺服自己的丈夫,如同顺服主。

Original text · Greek

αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ κυρίῳ,

23
zh-literal

因为丈夫是妻子的头,如同克里斯托斯是教会的头,他又是教会全体的救主。

Original text · Greek

ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς σωτὴρ τοῦ σώματος·

24
zh-literal

教会怎样顺服克里斯托斯,妻子也要怎样凡事顺服丈夫。

Original text · Greek

ἀλλὰ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί.

25
zh-literal

你们作丈夫的,要爱你们的妻子,正如克里斯托斯爱教会,为教会舍己,

Original text · Greek

Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς,

26
zh-literal

要用水藉着道,把教会洗净,成为圣洁,

Original text · Greek

ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι,

27
zh-literal

可以献给自己,作个荣耀的教会,毫无玷污、皱纹等类的病,乃是圣洁没有瑕疵的。

Original text · Greek

ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλʼ ἵνα ᾖ ἁγία καὶ ἄμωμος.

28
zh-literal

丈夫也当照样爱妻子,如同爱自己的身子,爱妻子便是爱自己了。

Original text · Greek

οὕτως ὀφείλουσιν ⸀καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ,

29
zh-literal

从来没有人恨恶自己的肉体,总是保养顾惜,正像克里斯托斯待教会一样,

Original text · Greek

οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν,

30
zh-literal

因我们是他身上的肢体。

Original text · Greek

ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ.

31
zh-literal

为这个缘故,人要离开父母,与妻子连合,二人成为一个肉体。

Original text · Greek

ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.

32
zh-literal

这是极大的奥秘,但我是指着克里斯托斯和教会说的。

Original text · Greek

τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.

33
zh-literal

然而你们各人都当爱妻子如同爱自己一样,妻子也当敬重她的丈夫。

Original text · Greek

πλὴν καὶ ὑμεῖς οἱ καθʼ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.