1 Φῆστος(费斯托斯)沿用第24章末尾已确立的音译(“波尔基乌斯·费斯托斯”之“费斯托斯”),即接续菲利克斯的罗迈总督波尔基乌斯·费斯托斯。
Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχείᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας,
大祭司们和犹迪亚人的首领们就向他控告帕伍洛斯,又央求他,
ἐνεφάνισάν τε αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτὸν
求他开恩,把他提到耶罗索利玛来——他们其实是要在路上设下埋伏,杀害他。
αἰτούμενοι χάριν κατʼ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.
费斯托斯却回答说,帕伍洛斯要被看守在凯萨雷亚,他自己不久就要往那里去;
ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον εἰς Καισάρειαν, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι·
他说:“让你们中间有权柄的人同我下去,那人若有什么不对的地方,就让他们控告他。”
Οἱ οὖν ἐν ὑμῖν, φησίν, δυνατοὶ συγκαταβάντες εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ἄτοπον κατηγορείτωσαν αὐτοῦ.
他在他们那里住了不超过八天或十天,就下到凯萨雷亚去,第二天坐在审判台上,吩咐把帕伍洛斯带来。
Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας οὐ πλείους ὀκτὼ ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι.
帕伍洛斯来到的时候,那些从耶罗索利玛下来的犹迪亚人就站在他周围,提出许多严重的指控,却不能证实,
παραγενομένου δὲ αὐτοῦ περιέστησαν αὐτὸν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα καταφέροντες ἃ οὐκ ἴσχυον ἀποδεῖξαι,
帕伍洛斯申辩说:“我无论对犹迪亚人的律法,或是圣殿,或是卡伊萨尔,都没有犯罪。”
τοῦ Παύλου ἀπολογουμένου ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον.
但费斯托斯想要讨犹迪亚人的欢心,就回答帕伍洛斯说:“你愿意上耶罗索利玛去,在我面前就这些事受审吗?”
ὁ Φῆστος δὲ θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν· Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων κριθῆναι ἐπʼ ἐμοῦ;
帕伍洛斯说:“我现在站在卡伊萨尔的审判台前,我理当在这里受审。我并没有亏负犹迪亚人,这是你也清楚知道的。
εἶπεν δὲ ὁ Παῦλος· Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ἠδίκησα ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις.
我若真有不义之处,做了什么该死的事,我不辞一死;但他们控告我的事若都不是真的,就没有人能把我交给他们。我要向卡伊萨尔上诉。”
εἰ μὲν οὖν ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι.
于是费斯托斯同议会商议后,回答说:“你既向卡伊萨尔上诉了,就要到卡伊萨尔那里去。”
τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ.
1 Ἀγρίππας(阿格里帕)与Βερνίκη(贝尔尼凯)为本节新音译人名。阿格里帕即希律亚基帕二世,贝尔尼凯是他的妹妹;两人同为大希律的曾孙辈。
Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασάμενοι τὸν Φῆστον.
他们在那里住了好几天,费斯托斯就把帕伍洛斯的事向王陈明,说:“这里有一个人,是菲利克斯留下的囚犯,
ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων· Ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος,
我在耶罗索利玛的时候,犹迪亚人的大祭司们和长老们控告他,求我定他的罪;
περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατʼ αὐτοῦ καταδίκην
我回答他们说,罗迈人素来没有把人交出去的规矩,除非被告的人当面见到原告,又得着机会,就所控告的事申辩。
πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.
于是他们同我到了这里,我没有耽延,第二天就坐在审判台上,吩咐把那人带来。
συνελθόντων οὖν ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·
原告们站起来,却没有提出我所猜想的那些恶事中的任何一项;
περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἔφερον ὧν ἐγὼ ὑπενόουν πονηρῶν
他们不过是就自己的宗教,跟他有些争论的问题,又为了一个已经死了、帕伍洛斯却说他活着的耶稣斯的事。
ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν.
我对这些争论的事感到为难,就问他是否愿意上耶罗索利玛去,在那里就这些事受审。
ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ τούτων ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱεροσόλυμα κἀκεῖ κρίνεσθαι περὶ τούτων.
1 Σεβαστός(塞巴斯托斯)是罗迈皇帝尊号“奥古斯都/至尊者”的希腊语音译,此处与“卡伊萨尔”同指皇帝本人,音译为专名以保留原文用词上的区别。
τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ ἀναπέμψω αὐτὸν πρὸς Καίσαρα.
阿格里帕对费斯托斯说:“我自己也愿意听听这个人。”费斯托斯说:“明天你就可以听他。”
Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. Αὔριον φησίν, ἀκούσῃ αὐτοῦ.
第二天,阿格里帕和贝尔尼凯大张威仪而来,同千夫长们和城中的显要人物一起进了公堂;费斯托斯一吩咐,帕伍洛斯就被带上来。
Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε χιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατʼ ἐξοχὴν τῆς πόλεως καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη ὁ Παῦλος.
费斯托斯说:“阿格里帕王,和在座的诸位,你们看这个人:犹迪亚人全体,无论在耶罗索利玛还是在这里,都向我恳求,喊叫说他不该再活下去。
καί φησιν ὁ Φῆστος· Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ ἅπαν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, βοῶντες μὴ δεῖν αὐτὸν ζῆν μηκέτι.
但我查明他没有做过什么该死的事;他自己既然向塞巴斯托斯上诉,我就决定把他解去。
ἐγὼ δὲ κατελαβόμην μηδὲν ἄξιον αὐτὸν θανάτου πεπραχέναι, αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν ἔκρινα πέμπειν
只是关于他,我没有确实的事可以奏明主上;所以把他带到你们面前来,尤其是到你面前来,阿格里帕王啊,为要在审问之后,有所可以据以陈奏;
περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφʼ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί γράψω
因为我认为,解送囚犯,却不指明控告他的罪状,是不合理的。”
ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατʼ αὐτοῦ αἰτίας σημᾶναι.