作长老的写信给亲爱的盖伊欧斯,就是我在真理中所爱的。
Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.
1 εὐοδόω——使一路顺利、使兴旺(由εὖ“善”+ὁδός“道路”而来,本义“使一路顺畅”)。
Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή.
因为有弟兄们来,为你所存的真理作见证,说你怎样按真理而行,我就甚欢喜。
ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς.
我听见我的儿女们按真理而行,没有比这更大的喜乐了。
μειζοτέραν τούτων οὐκ ἔχω χαράν, ⸀ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ⸀τῇ ἀληθείᾳ περιπατοῦντα.
1 πιστός——忠信的、可信赖的;此处指所行之事本身是忠信的表现。
Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ ⸀τοῦτο ξένους,
1 προπέμπω——送行、护送上路,古代常含资助旅费、食粮之意。
οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ θεοῦ·
1 ἐθνικός——外邦人、异教徒(由ἔθνος“民族、外族”而来)。
ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον μηδὲν λαμβάνοντες ἀπὸ τῶν ἐθνικῶν.
1 ὑπολαμβάνω——承接、支持、款待(由ὑπό“在下”+λαμβάνω“取、接”而来,本义“托住”)。
ἡμεῖς οὖν ὀφείλομεν ⸀ὑπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ.
1 φιλοπρωτεύω——喜爱居首位、贪图为首(由φιλέω“喜爱”+πρῶτος“第一”而来)。
Ἔγραψά τι τῇ ἐκκλησίᾳ· ἀλλʼ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρέφης οὐκ ἐπιδέχεται ἡμᾶς.
所以我若去了,必要提起他所行的事,就是他用恶的话语妄论我们1;他还不以此为足,自己不接待弟兄,有人愿意接待,他也拦阻,并且把这样的人赶出教会。
1 φλυαρέω——妄论、胡言、以恶言中伤(源自φλύαρος“胡说八道的”)。
διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς, καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλομένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει.
亲爱的,不要效法恶,只要效法善。行善的属乎神;行恶的未曾见过神。
Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακὸν ἀλλὰ τὸ ἀγαθόν. ὁ ἀγαθοποιῶν ἐκ τοῦ θεοῦ ἐστιν· ὁ ⸀κακοποιῶν οὐχ ἑώρακεν τὸν θεόν.
德梅特里欧斯已经受了众人的见证,也受了真理本身的见证;我们也作见证,你知道我们的见证是真的。
Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπὸ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ οἶδας ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστιν.
1 κάλαμος——芦苇、芦苇制的笔。
Πολλὰ εἶχον ⸀γράψαι σοι ἀλλʼ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράφειν·
但盼望快快见你,我们要口对口说话。
ἐλπίζω δὲ εὐθέως σε ἰδεῖν, καὶ στόμα πρὸς στόμα λαλήσομεν.
愿你平安。朋友们都问你安。请你按着姓名问候众朋友。
⸂Εἰρήνη σοι. ἀσπάζονταί σε οἱ φίλοι. ἀσπάζου τοὺς φίλους κατʼ ὄνομα.