弟兄们,论到我们主耶稣斯·克里斯托斯降临、和我们聚集到他那里的事,我们求你们:
Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπʼ αὐτόν,
不要轻易被摇动心志,也不要惊慌,无论是藉着灵、或是藉着话语、或是藉着假冒我们所写的书信,说主的日子已经来到了。
εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς μηδὲ θροεῖσθαι μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε διʼ ἐπιστολῆς ὡς διʼ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ κυρίου
1 ἀποστασία——“背离、叛离”,由ἀπό(离开)与ἵστημι(站立)组成,字面为“离开原来所站之处”。
μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνομίας ὁ υἱὸς τῆς ἀπωλείας,
他抵挡神,又高抬自己,超过一切称为神的、或受人敬拜的,甚至坐在神的殿中,自称是神。
ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστιν θεός.
我还在你们那里的时候,曾把这些事告诉你们,你们不记得吗?
οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν;
1 τὸ κατέχον——“那拦阻的(力量)”,中性分词,指某种拦阻的势力或事物,其确切所指历来众说纷纭。
καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ·
1 ὁ κατέχων——阳性分词“那拦阻的人”,与上文中性的τὸ κατέχον对应,或指同一势力的人格化表达。
τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται.
1 ἐπιφάνεια——“显现、显明”,与παρουσία(临到)并用,加重强调那显明的荣耀。
καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ κύριος Ἰησοῦς ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ,
这不法之人的来临,是照着萨塔纳斯的运作,行各样的异能、神迹、和虚假的奇事,
οὗ ἐστιν ἡ παρουσία κατʼ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους
并且用各样不义的诡诈,加给那沉沦的人;因为他们不领受爱真理的心,使他们被拯救。
καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις, ἀνθʼ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς·
1 ἐνέργεια πλάνης——“迷惑的运作”,与9节“萨塔纳斯的运作”相呼应,形成对照。
καὶ διὰ τοῦτο πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει,
使一切不信真理、反倒喜爱不义的人,都被定罪。
ἵνα κριθῶσιν πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ ἀλλὰ εὐδοκήσαντες τῇ ἀδικίᾳ.
1 ἀπαρχή——原意“初熟的果子”,此处异文或读作ἀπʼ ἀρχῆς(“从起初”);两种读法皆有古卷支持,此处依SBLGNT取后者之意译。
Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ κυρίου, ὅτι εἵλατο ὑμᾶς ὁ θεὸς ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας,
神藉着我们的福音召你们到这地步,好叫你们得着我们主耶稣斯·克里斯托斯的荣耀。
εἰς ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
1 παράδοσις——“传承下来的教训”,中性词,不含负面意味,指使徒所传授的教导本身。
ἄρα οὖν, ἀδελφοί, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε διʼ ἐπιστολῆς ἡμῶν.
愿我们的主耶稣斯·克里斯托斯自己,和那爱我们、在恩典中将永远的安慰、并美好的盼望赐给我们的神我们的父,
Αὐτὸς δὲ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ θεὸς ὁ πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι,
安慰你们的心,又在一切善行和善话语上坚固你们。
παρακαλέσαι ὑμῶν τὰς καρδίας καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ.