KoineCommunity Bible Notes
Help Sign up Log in

Translations › zh-literal › 哥林多後書

哥林多後書 ch. 1

Traditional author: Paul

Chinese Literal (Simplified) · Release 1.0 (published 2026-10-09)

1
zh-literal

奉神旨意作克里斯托斯·耶稣斯使徒的保乌洛斯,和兄弟提莫特奥斯,写信给在科林托斯神的教会,并阿哈伊亚全地的众圣徒:

Original text · Greek

Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ·

2
zh-literal

愿恩典平安,从我们的父神和主耶稣斯·克里斯托斯归与你们。

Original text · Greek

χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

3
zh-literal

愿颂赞归与我们主耶稣斯·克里斯托斯的父神,就是发慈悲的父,赐各样安慰的神。

Original text · Greek

Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως,

4
zh-literal

我们在一切患难中,他就安慰我们,叫我们能用神所赐的安慰,去安慰那些遭各样患难的人。

Original text · Greek

ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ θεοῦ.

5
zh-literal

因为克里斯托斯的苦难怎样丰丰富富地临到我们,我们的安慰也照样藉着克里斯托斯丰丰富富有余。

Original text · Greek

ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.

6
zh-literal

我们受患难呢,是为叫你们得安慰、得救恩;我们得安慰呢,也是为叫你们得安慰,这安慰能叫你们忍受我们所受的那样苦楚,

Original text · Greek

εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν,

7
zh-literal

我们为你们所存的盼望是确定的,因为知道你们既是同受苦楚,也必同得安慰。

Original text · Greek

καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν εἰδότες ὅτι ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως.

8
zh-literal

弟兄们,我们不愿意你们不晓得,我们从前在亚细亚遭遇苦难,被压太重,力不能胜,甚至连活命的指望都绝了;

Original text · Greek

Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθʼ ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν·

9
zh-literal

自己心里也断定是必死的,叫我们不靠自己,只靠那叫死人复活的神;

Original text · Greek

ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφʼ ἑαυτοῖς ἀλλʼ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς·

10
zh-literal

他曾救我们脱离那极大的死亡,现在仍要救我们,并且我们指望他将来还要救我们,

Original text · Greek

ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύσεται εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται,

11
zh-literal

你们以祈祷帮助我们,好叫许多人为我们谢恩,因我们从许多人所得的恩,是藉着许多人为我们祈祷所得的。

Original text · Greek

συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.

12
zh-literal

我们所夸的是自己的良心,见证我们凭着神的圣洁和诚实,在世为人,不靠属肉体的智慧,乃靠神的恩典,向你们更是这样。

Original text · Greek

Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ τοῦ θεοῦ, οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλʼ ἐν χάριτι θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς·

13
zh-literal

我们现在写给你们的话,并不外乎你们所念的、所认识的,我也盼望你们到底还是要认识;

Original text · Greek

οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλʼ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ὅτι ἕως τέλους ἐπιγνώσεσθε,

14
zh-literal

正如你们已经有几分认识我们,以我们夸口,好像我们在我们主耶稣斯的日子,以你们夸口一样。

Original text · Greek

καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμεν καθάπερ καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ.

15
zh-literal

我既然这样深信,就早有意到你们那里去,叫你们再得益处;

Original text · Greek

Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρότερον πρὸς ὑμᾶς ἐλθεῖν, ἵνα δευτέραν χάριν σχῆτε

16
zh-literal

也要从你们那里经过,往马凯多尼亚去,再从马凯多尼亚回到你们那里,叫你们给我送行往犹迪亚去。

Original text · Greek

καὶ διʼ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφʼ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν.

17
zh-literal

我有此意,岂是反复不定吗?我所打算的,是按着肉体打算,叫我一时说是,一时说不是吗?

Original text · Greek

τοῦτο οὖν βουλόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρʼ ἐμοὶ τὸ Ναὶ ναὶ καὶ τὸ Οὒ οὔ;

18
zh-literal

我指着信实的神说,我们向你们所传的话语,并没有是而又非的。

Original text · Greek

πιστὸς δὲ ὁ θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἔστιν Ναὶ καὶ Οὔ.

19
zh-literal

因为我和西鲁瓦诺斯并提莫特奥斯,在你们中间所传神的儿子耶稣斯·克里斯托斯,总没有是而又非的,在他只有一个是。

Original text · Greek

ὁ τοῦ θεοῦ γὰρ υἱὸς Ἰησοῦς Χριστὸς ὁ ἐν ὑμῖν διʼ ἡμῶν κηρυχθείς, διʼ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναὶ καὶ Οὒ, ἀλλὰ Ναὶ ἐν αὐτῷ γέγονεν·

20
zh-literal

神的应许,不论有多少,在他都是是的,所以藉着他也都是阿门的,叫神因我们得荣耀。

Original text · Greek

ὅσαι γὰρ ἐπαγγελίαι θεοῦ, ἐν αὐτῷ τὸ Ναί· διὸ καὶ διʼ αὐτοῦ τὸ Ἀμὴν τῷ θεῷ πρὸς δόξαν διʼ ἡμῶν.

21
zh-literal

那在克里斯托斯里坚固我们和你们、并且膏我们的,就是神;

Original text · Greek

ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς θεός,

22
zh-literal

他又用印印了我们,并赐圣灵在我们心里作凭据。

Original text · Greek

ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.

23
zh-literal

我呼吁神给我的灵魂作见证,我没有再到科林托斯去,是为要宽容你们。

Original text · Greek

Ἐγὼ δὲ μάρτυρα τὸν θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον.

24
zh-literal

我们并不是辖管你们的信,乃是帮助你们的快乐,因为你们凭信才站立得住。

Original text · Greek

οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν, τῇ γὰρ πίστει ἑστήκατε.