1 ῥητῶς,“明确地、明言地”。
Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων
1 καυστηριάζω,“用烙铁灼烧”,喻指良心因惯于作恶而变得麻木不仁、失去知觉。
ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν,
禁止嫁娶,又叫人戒绝食物,就是神所创造、要信而明白真理的人存感谢领受的。
κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
因为神所造的一切都是好的,若存感谢领受,就没有一样是当丢弃的,
ὅτι πᾶν κτίσμα θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον,
都因神的话语和祈求而被分别为圣了。
ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως.
1 ὑποτίθημι,此处意为“提出建议、提醒、教导”。
Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Χριστοῦ Ἰησοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας,
1 γραώδης,由“老妇”(γραῦς)衍生,意为“如老妇般荒诞可笑的”。
τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν·
因为操练身体,益处还少;惟独敬虔,凡事都有益处,因有今生和来生的应许。
ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος, ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.
这话语是可信的,值得完全接受,
πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος,
1 异文亦作“争战”(ἀγωνιζόμεθα),此处依批判文本作“劳苦”(κοπιῶμεν)。
εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ὀνειδιζόμεθα ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι, ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.
这些事你要嘱咐人,也要教导人。
Παράγγελλε ταῦτα καὶ δίδασκε.
不可叫人小看你年轻,总要在话语、行为、爱心、信、清洁上,作信徒的榜样。
μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ ἐν πίστει, ἐν ἁγνείᾳ.
你要留心宣读、劝勉、教导,直等到我来。
ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.
1 πρεσβυτέριον,“长老的团体、长老会”。
μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.
1 μελετάω,“专心思考、殷勤操练、预备”。
ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ πᾶσιν·
要谨慎自己和自己的教导,要在这些事上恒心,因为这样行,既能拯救自己,又能拯救听你的人。
ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ· ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.