此外,弟兄们,我们在主耶稣斯里求你们、劝你们,你们既从我们领受了当怎样行事为人、讨神喜悦,正如你们也正在这样行,愿你们更加充盈。
Λοιπὸν οὖν ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ, ἵνα καθὼς παρελάβετε παρʼ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν θεῷ, καθὼς καὶ περιπατεῖτε, ἵνα περισσεύητε μᾶλλον.
因为你们知道,我们凭着主耶稣斯,曾吩咐了你们什么命令。
οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ κυρίου Ἰησοῦ.
1 ἁγιασμός——“分别为圣、成圣”,本章多次出现,取同一译词。
τοῦτο γάρ ἐστιν θέλημα τοῦ θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας,
1 σκεῦος——直译“器皿、用具”,此处古今注释家多解为“自己的身体”或“自己的妻子”,此处仍照原文直译为“器皿”。
εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ,
不放纵私欲的邪情,像那不认识神的外邦人一样;
μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν θεόν,
谁都不可在这事上越分、亏负自己的弟兄;因为这一切的事,主都会施行报应,正如我们从前告诉过你们、又切切作证的。
τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπαμεν ὑμῖν καὶ διεμαρτυράμεθα.
因为神召我们,本不是要我们沾染污秽,而是要我们成圣。
οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ θεὸς ἐπὶ ἀκαθαρσίᾳ ἀλλʼ ἐν ἁγιασμῷ.
所以,那弃绝这教训的,不是弃绝人,而是弃绝那把自己的圣灵赐给你们的神。
τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ ἀλλὰ τὸν θεὸν τὸν καὶ διδόντα τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον εἰς ὑμᾶς.
1 φιλαδελφία——由φίλος(爱)与ἀδελφός(弟兄)组成,直译“弟兄之爱”。
Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν, αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους·
你们向全马克多尼亚的众弟兄果然是这样行的。但我们劝你们,弟兄们,要更加充盈,
καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ. παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον,
又要立志作安静人,办自己的事,亲手作工,正如我们从前所吩咐你们的,
καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν,
好叫你们向外人行事端正,也不需要仰赖什么人。
ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω καὶ μηδενὸς χρείαν ἔχητε.
1 κοιμωμένων——直译“睡着的人”,新约常用作“死了”的委婉说法。
Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κοιμωμένων ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.
我们若信耶稣斯死而复活了,那么照样,神也必将那些藉着耶稣斯睡了的人,与他一同带来。
εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανεν καὶ ἀνέστη, οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ.
我们现在凭主的话语告诉你们这一点:我们这些活着、存留到主降临的人,绝不能在那些睡了的人之先;
τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας·
因为主必亲自从天降临,带着号令的声音、大天使的声音,并神的号角声;那些在克里斯托斯里死了的人必先复活;
ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ, καταβήσεται ἀπʼ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον,
然后我们这些活着、存留的人,必与他们一同被提到云里,在空中与主相遇;这样,我们就要常与主同在了。
ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα.
所以,你们当用这些话语彼此劝慰。
ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.