KoineCommunity Bible Notes
Help Sign up Log in

Translations › zh-literal › 彼得前書

彼得前書 ch. 4

Traditional author: Peter

Chinese Literal (Simplified) · Release 1.0 (published 2026-10-09)

1
zh-literal

克里斯托斯既在肉体受苦,你们也当将这样的心志作为兵器,因为在肉体受过苦的,就已经与罪断绝了。

Original text · Greek

Χριστοῦ οὖν παθόντος σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν σαρκὶ πέπαυται ἁμαρτίας

2
zh-literal

使你们不再从人的私欲,只从神的旨意,在肉体中度余下的光阴。

Original text · Greek

εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἀλλὰ θελήματι θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον.

3
zh-literal

因为往日随从外邦人的心意,行邪淫、恶欲、醉酒、荒宴、群饮,并可恶拜偶像的事,时候已经够了。

Original text · Greek

ἀρκετὸς γὰρ ὁ παρεληλυθὼς χρόνος τὸ βούλημα τῶν ἐθνῶν κατειργάσθαι πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις, καὶ ἀθεμίτοις εἰδωλολατρίαις.

4
zh-literal

他们在这些事上,见你们不与他们同奔那放荡无度的路,就以为怪,毁谤你们。

Original text · Greek

ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες·

5
zh-literal

他们必在那预备审判活人死人的主面前交账。

Original text · Greek

οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς·

6
zh-literal

为此,就是死人也曾有福音传给他们,要叫他们的肉体按着人受审判,他们的灵性却靠神活着。

Original text · Greek

εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ ζῶσι δὲ κατὰ θεὸν πνεύματι.

7
zh-literal

万物的结局近了,所以你们要谨慎自守,警醒祷告。

Original text · Greek

Πάντων δὲ τὸ τέλος ἤγγικεν. σωφρονήσατε οὖν καὶ νήψατε εἰς προσευχάς·

8
zh-literal

最要紧的是彼此切实相爱,因为爱能遮掩许多的罪。

Original text · Greek

πρὸ πάντων τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν·

9
zh-literal

你们要互相款待,不发怨言。

Original text · Greek

φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμοῦ

10
zh-literal

各人要照所得的恩赐彼此服事,作神百般恩典的好管家。

Original text · Greek

ἕκαστος καθὼς ἔλαβεν χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος θεοῦ·

11
zh-literal

若有讲道的,要按着神的圣言讲,若有服事人的,要按着神所赐的力量服事,叫神在凡事上因耶稣斯·克里斯托斯得荣耀,愿荣耀权能都归给他,直到永永远远。阿们。

Original text · Greek

εἴ τις λαλεῖ, ὡς λόγια θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ θεός· ἵνα ἐν πᾶσιν δοξάζηται ὁ θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

12
zh-literal

亲爱的弟兄啊,有火炼的试验临到你们,不要以为奇怪,似乎是遭遇非常的事,

Original text · Greek

Ἀγαπητοί, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γινομένῃ ὡς ξένου ὑμῖν συμβαίνοντος,

13
zh-literal

倒要欢喜,因为你们是与克里斯托斯一同受苦,使你们在他荣耀显现的时候,也可以欢喜快乐。

Original text · Greek

ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασιν χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χαρῆτε ἀγαλλιώμενοι.

14
zh-literal

你们若为克里斯托斯的名受辱骂,便是有福的,因为荣耀的灵,就是神的灵,常住在你们身上。

Original text · Greek

εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι, ὅτι τὸ τῆς δόξης καὶ τὸ τοῦ θεοῦ πνεῦμα ἐφʼ ὑμᾶς ἀναπαύεται

15
zh-literal

你们中间却不可有人因为杀人、偷窃、作恶、干预别人的事而受苦。

Original text · Greek

μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοποιὸς ἢ ὡς ἀλλοτριεπίσκοπος·

16
zh-literal

若为作克里斯提亚诺斯受苦,却不要羞耻,倒要在这名上归荣耀给神。

Original text · Greek

εἰ δὲ ὡς Χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ τὸν θεὸν ἐν τῷ ὀνόματι τούτῳ.

17
zh-literal

因为时候到了,审判要从神的家起首,若是先从我们起首,那不信从神福音的人将有何等的结局呢?

Original text · Greek

ὅτι ὁ καιρὸς τοῦ ἄρξασθαι τὸ κρίμα ἀπὸ τοῦ οἴκου τοῦ θεοῦ· εἰ δὲ πρῶτον ἀφʼ ἡμῶν, τί τὸ τέλος τῶν ἀπειθούντων τῷ τοῦ θεοῦ εὐαγγελίῳ;

18
zh-literal

若是义人还仅仅被拯救,那不虔敬和犯罪的人将有何地可站呢?

Original text · Greek

καὶ εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;

19
zh-literal

所以那照神旨意受苦的人,要一心为善,将自己灵魂交与那信实的造化之主。

Original text · Greek

ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ψυχὰς αὐτῶν ἐν ἀγαθοποιΐᾳ.