弟兄们,我现在把先前所传给你们的福音告诉你们知道,这福音你们也领受了,又靠着站立得住,
Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε,
并且你们若不是徒然信,能以持守我所传给你们的话语,就必因这福音被拯救。
διʼ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν, εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε.
我当日所领受又传给你们的,最重要的就是:克里斯托斯照经上所记的,为我们的罪死了,
Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς,
而且埋葬了,又照经上所记的,第三天复活了,
καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς,
并且显给克法斯看,然后显给十二使徒看;
καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα·
后来一次显给五百多弟兄看,其中一大半到如今还在,却也有已经睡了的;
ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείονες μένουσιν ἕως ἄρτι, τινὲς δὲ ἐκοιμήθησαν·
以后显给亚科博斯看,再显给众使徒看,
ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν·
末了也显给我看,如同显给那未到产期而生的人一般。
ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί.
我原是使徒中最小的,不配称为使徒,因为我从前逼迫神的教会。
ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ·
然而我今日成了何等人,是蒙神的恩典才成的,并且他所赐我的恩典不是徒然的,我比众使徒格外劳苦,这不是我,乃是神的恩典与我同在。
χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ ἀλλὰ ἡ χάρις τοῦ θεοῦ ἡ σὺν ἐμοί.
不拘是我,是众使徒,我们如此传,你们也是如此信的。
εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.
既传克里斯托斯是从死人中复活了,怎么在你们中间有人说没有死人复活的事呢?
Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;
若没有死人复活的事,克里斯托斯也就没有复活了;
εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται·
若克里斯托斯没有复活,我们所传的便是枉然,你们所信的也是枉然;
εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ὑμῶν
并且明显我们是为神妄作见证的,因我们见证神是叫克里斯托斯复活了;若死人真不复活,神也就没有叫克里斯托斯复活了。
εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται.
因为死人若不复活,克里斯托斯也就没有复活了。
εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται·
克里斯托斯若没有复活,你们的信便是徒然,你们仍在罪里。
εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν.
就是在克里斯托斯里睡了的人也灭亡了。
ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο.
我们若靠克里斯托斯只在今生有盼望,就比众人更可怜了。
εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.
但如今克里斯托斯已经从死人中复活,成为睡了之人初熟的果子。
Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων
死既是因一人而来,死人复活也是因一人而来。
ἐπειδὴ γὰρ διʼ ἀνθρώπου θάνατος καὶ διʼ ἀνθρώπου ἀνάστασις νεκρῶν·
在阿达姆里众人都死了,照样,在克里斯托斯里众人也都要复活。
ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται.
但各人是按着自己的次序复活:初熟的果子是克里斯托斯,以后在他来的时候,是那些属克里斯托斯的人;
ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ·
再后,末期到了,那时他要把国交与父神,将一切执政的、掌权的、有能力的都废弃了。
εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν,
因为他必要作王,等神把一切仇敌都放在他的脚下。
δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.
尽末了所毁灭的仇敌,就是死。
ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος,
因为神叫万物都服在他的脚下。既说万物都服了他,明显那叫万物服他的,不在其内了。
πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα.
万物既服了他,那时子也要自己服那叫万物服他的,叫神在万物之上,为万物之主。
ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα ἵνα ᾖ ὁ θεὸς πάντα ἐν πᾶσιν.
不然,那些为死人受浸的,将来怎样呢?若死人总不复活,因何为他们受浸呢?
Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν; εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν
我们又因何时刻冒险呢?
τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;
弟兄们,我在我们主克里斯托斯·耶稣斯里,指着你们所夸的口极力地说,我是天天冒死。
καθʼ ἡμέραν ἀποθνῄσκω, νὴ τὴν ὑμετέραν καύχησιν ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
我若照着世人的样子,在埃菲索斯与野兽搏斗,这于我有什么益处呢?若死人不复活,我们就吃吃喝喝吧,因为明天要死了。
εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν.
你们不要自欺,滥交是败坏善行的。
μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.
你们要醒悟为善,不要犯罪,因为有人不认识神,我说这话是要叫你们羞愧。
ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε, ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν· πρὸς ἐντροπὴν ὑμῖν λαλῶ
或有人问:死人怎样复活,带着什么身体来呢?
Ἀλλὰ ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί, ποίῳ δὲ σώματι ἔρχονται;
无知的人哪,你所种的,若不死就不能生;
ἄφρων σὺ ὃ σπείρεις, οὐ ζῳοποιεῖται ἐὰν μὴ ἀποθάνῃ·
并且你所种的,不是那将来的形体,不过是子粒,或者是麦子,或者是别样的谷;
καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν·
但神随自己的意思给它一个形体,并叫各样的种子各有自己的形体。
ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα.
凡肉体各有不同:人的肉体是一样,兽的肉体又是一样,鸟的肉体又是一样,鱼的肉体又是一样。
οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ σὰρξ πτηνῶν, ἄλλη δὲ ἰχθύων
有天上的形体,也有地上的形体;但天上形体的荣光是一样,地上形体的荣光又是一样。
καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλὰ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων.
日有日的荣光,月有月的荣光,星有星的荣光,这星和那星的荣光也有分别。
ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων, ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.
死人复活也是这样:所种的是能坏的,复活的是不能坏的;
Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ·
所种的是羞辱的,复活的是荣耀的;所种的是软弱的,复活的是强壮的;
σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει·
所种的是血气的身体,复活的是灵性的身体。若有血气的身体,也必有灵性的身体。
σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. Εἰ ἔστιν σῶμα ψυχικόν, ἔστιν καὶ πνευματικόν.
经上也是这样记着说:首先的人阿达姆成了活的灵魂;末后的阿达姆成了叫人活的灵。
οὕτως καὶ γέγραπται· Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν· ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζῳοποιοῦν.
但属灵的不在先,属血气的在先,以后才是属灵的。
ἀλλʼ οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν.
头一个人是出于地,乃属土;第二个人是出于天。
ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ.
那属土的怎样,凡属土的也怎样;属天的怎样,凡属天的也怎样。
οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι·
我们既有属土的形状,将来也必有属天的形状。
καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.
弟兄们,我告诉你们说,血肉之体不能承受神的国,能坏的也不能承受那不能坏的。
Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.
看哪,我告诉你们一件奥秘的事:我们不是都要睡觉,乃是都要改变,
ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες οὐ κοιμηθησόμεθα πάντες δὲ ἀλλαγησόμεθα,
就在一刹那,眨眼之间,号筒末次吹响的时候;因号筒要响,死人要复活成为不能坏的,我们也要改变。
ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.
这必朽坏的总要穿上不朽坏的,这必死的总要穿上不死的。
δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.
这必朽坏的既穿上不朽坏的,这必死的既穿上不死的,那时经上所记:死被得胜吞灭的话语就应验了。
ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· Κατεπόθη ὁ θάνατος εἰς νῖκος.
死啊,你得胜的权势在哪里?死啊,你的毒刺在哪里?
ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, θάνατε, τὸ κέντρον;
死的毒刺就是罪,罪的权势就是律法。
τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος·
感谢神,使我们藉着我们的主耶稣斯·克里斯托斯得胜。
τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
所以,我亲爱的弟兄们,你们务要坚固,不可动摇,常常竭力多做主工,因为知道你们的劳苦在主里面不是徒然的。
Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ.