1 ἐμπνέω(ἐν-[안에]+πνέω[숨쉬다, 불다]의 합성어) — “숨을 내뿜다, 뿜어내다”.
Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ
다마스쿠스의 여러 회당에 [보낼] 편지들을 그에게서 청하였으니, 이는 만일 그 도를 따르는 자들을 만나면, 남자든 여자든, 결박하여 예루살렘으로 끌고 오려는 것이었다.
ᾐτήσατο παρʼ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ.
1 περιαστράπτω(περί-[둘레에]+ἀστράπτω[번쩍이다]의 합성어) — “둘러 비추다”.
ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ,
그리고 그가 땅에 엎드러져 자기에게 말하는 소리를 들었다: “사울아 사울아, 어찌하여 나를 박해하느냐?”
καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ Σαοὺλ Σαούλ, τί με διώκεις;
그가 말했다: “주여 누구십니까?” 그가 [말씀하셨다]: “나는 네가 박해하는 예수다,”
εἶπεν δέ Τίς εἶ, κύριε; ὁ δέ· Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις·
“그러나 일어나 성으로 들어가라, 그러면 네가 행해야 할 것이 네게 말해질 것이다.”
ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ὅ τί σε δεῖ ποιεῖν.
1 συνοδεύω(σύν-[함께]+ὁδεύω[길을 가다]의 합성어) — “함께 길을 가다, 동행하다”.
οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες.
그런데 사울이 땅에서 일으켜졌으나, 그의 눈이 열렸어도 아무것도 보지 못하였다. 그러자 그들이 그의 손을 이끌어1 다마스쿠스로 데리고 들어갔다.
1 χειραγωγέω(χείρ[손]+ἄγω[이끌다]의 합성어) — “손을 이끌다”.
ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδὲν ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.
그리고 그는 사흘 동안 보지 못한 채 있었고, 먹지도 마시지도 않았다.
καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
그런데 다마스쿠스에 아나니아라는 이름의 어떤 제자가 있었는데, 주께서 환상 중에 그에게 말씀하셨다: “아나니아야.” 그가 말했다: “보소서 저입니다, 주여.”
Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι ὁ κύριος · Ἁνανία. ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ, κύριε.
그러자 주께서 그에게 [말씀하셨다]: “일어나 곧은 거리라 불리는 길로 가서 유다의 집에서 다소 사람 사울이라는 이름의 사람을 찾으라, 보라 그가 기도하고 있다,”
ὁ δὲ κύριος πρὸς αὐτόν· Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα, ἰδοὺ γὰρ προσεύχεται,
“그리고 그가 환상 중에 아나니아라는 이름의 사람이 들어와서 그가 다시 보게1 하려고 그에게 손을 얹는 것을 보았다.”
1 ἀναβλέπω(ἀνά-[다시]+βλέπω[보다]의 합성어) — “다시 보다, 시력을 회복하다”.
καὶ εἶδεν ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρας ὅπως ἀναβλέψῃ.
그러자 아나니아가 대답하였다: “주여, 제가 많은 사람에게서 이 사람에 관하여, 그가 예루살렘에서 당신의 성도들에게 행한 악한 일들이 얼마나 많은지 들었습니다,”
ἀπεκρίθη δὲ Ἁνανίας· Κύριε, ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν Ἰερουσαλήμ·
“그리고 여기서도 그가 당신의 이름을 부르는 모든 자를 결박할 권한을 대제사장들에게서 받았습니다.”
καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.
그러나 주께서 그에게 말씀하셨다: “가라, 이는 이 사람은 이방인들과 왕들과 이스라엘 자손 앞에서 내 이름을 지니고 갈 나의 택한 그릇1이기 때문이다,”
1 σκεῦος — “그릇, 도구”(비유적으로 사람을 가리킴).
εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ,
1 ὑποδείκνυμι(ὑπό-[아래에]+δείκνυμι[보이다]의 합성어) — “보여 주다, 알려 주다”.
ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.
그러자 아나니아가 가서 그 집에 들어가, 그에게 손을 얹으며 말했다: “사울 형제여, 당신이 오던 길에서 당신에게 나타나셨던 주 예수께서 나를 보내셨으니, 이는 당신이 다시 보고 성령으로 충만하게 하려는 것입니다.”
ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπʼ αὐτὸν τὰς χεῖρας εἶπεν· Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου.
1 λεπίς(λέπω[껍질을 벗기다]와 관련된 낱말) — “비늘, 껍질”.
καὶ εὐθέως ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν ὡς λεπίδες, ἀνέβλεψέν τε καὶ ἀναστὰς ἐβαπτίσθη,
1 ἐνισχύω(ἐν-[안에]+ἰσχύω[힘이 있다]의 합성어) — “힘을 얻다, 강해지다”.
καὶ λαβὼν τροφὴν ἐνίσχυσεν Ἐγένετο δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινὰς,
그리고 즉시 여러 회당에서 예수가 하나님의 아들이라고 선포하였다.
καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.
그러자 듣는 모든 사람이 놀라며 말했다: “이 사람은 예루살렘에서 이 이름을 부르는 자들을 파괴한1 자가 아니냐, 그리고 여기서도 그들을 결박하여 대제사장들에게 끌고 오려고 온 것이 아니냐?”
1 πορθέω — “파괴하다, 유린하다, 황폐하게 하다”.
ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;
그러나 사울은 더욱 힘을 얻어1 다마스쿠스에 거주하는 유대인들을 당황하게 하였으니, 이 사람이 그리스도라는 것을 증명하였다2.
1 ἐνδυναμόω(ἐν-[안에]+δύναμις[힘]의 합성어) — 여기서는 수동태로 “힘을 얻다, 강해지다”의 뜻.
2 συμβιβάζω(σύν-[함께]+βιβάζω[가게 하다]의 합성어) — “함께 이끌다” → “증명하다, 논증하다”.
Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυννεν τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ χριστός.
그런데 여러 날이 찼을 때, 유대인들이 그를 죽이기로 함께 모의하였으나,
Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·
1 παρατηρέω(παρά-[곁에서]+τηρέω[지키다]의 합성어) — “지켜보다, 감시하다”.
ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς ὅπως αὐτὸν ἀνέλωσιν·
그런데 그가 예루살렘에 이르러 제자들과 어울리려 하였으나, 모든 사람이 그를 두려워하여 그가 제자인 것을 믿지 않았다.
Παραγενόμενος δὲ εἰς Ἰερουσαλὴμ ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής.
그러나 바나바가 그를 데려다가 사도들에게 데리고 가서, 그가 길에서 어떻게 주를 보았고 주께서 그에게 말씀하셨는지, 그리고 다마스쿠스에서 어떻게 예수의 이름으로 담대히 말하였는지1를 그들에게 이야기하였다.
1 παρρησιάζομαι(παρρησία[담대함]의 동사형) — “담대히 말하다”.
Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ.
그리고 그가 그들과 함께 예루살렘에 들어오고 나가며,
καὶ ἦν μετʼ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς Ἰερουσαλήμ παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ κυρίου
주의 이름으로 담대히 말하고, 헬라파 유대인들과 말하고 논쟁하였다. 그러나 그들이 그를 죽이려고 애썼다1.
1 ἐπιχειρέω(ἐπί-[향하여]+χείρ[손]의 합성어) — “손을 대다” → “시도하다, 애쓰다”.
ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν.
형제들이 이를 알고 그를 가이사랴로 데리고 내려가 다소로 보냈다.
ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.
그러므로 온 유대와 갈릴리와 사마리아의 교회가 평화를 누리며 세워졌고, 주를 경외함과 성령의 위로로 행하며 많아졌다.
Ἡ μὲν οὖν ἐκκλησία καθʼ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην οἰκοδομουμένη, καὶ πορευομένη τῷ φόβῳ τοῦ κυρίου καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος ἐπληθύνετο.
그런데 베드로가 모든 곳을 두루 다니다가 룻다에 사는 성도들에게도 내려가게 되었다.
Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα.
그런데 거기서 애니아라는 이름의 어떤 사람을 만났으니, 여덟 해 동안 중풍으로 침상에 누워 있는1 자였다.
1 κατάκειμαι(κατά-[아래에]+κεῖμαι[눕다]의 합성어) — “누워 있다”.
εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι Αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου ὃς ἦν παραλελυμένος.
베드로가 그에게 말했다: “애니아여, 예수 그리스도께서 너를 고치신다. 일어나 네 자리를 정돈하라1.” 그러자 즉시 그가 일어났다.
1 στρώννυμι — “펴다, 깔다” → 여기서는 “잠자리를 정돈하다”의 뜻.
καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς Χριστός ἀνάστηθι καὶ στρῶσον σεαυτῷ· καὶ εὐθέως ἀνέστη.
그리고 룻다와 사론에 사는 모든 사람이 그를 보고 주께로 돌아섰다.
καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν Σαρῶνα οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.
그런데 욥바에 다비다라는 이름의 여제자1가 있었는데, 번역하면 도르가라 하니, 이 여자는 선행과 구제로 충만한 자였다.
1 μαθήτρια(μαθητής[제자]의 여성형) — “여제자”.
Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.
그런데 그 날들에 그녀가 병들어 죽었다. 그러자 그들이 그녀를 씻겨 다락방에 두었다.
ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ἔθηκαν αὐτὴν ἐν ὑπερῴῳ.
그런데 룻다가 욥바에서 가까우므로, 제자들이 베드로가 그곳에 있다는 것을 듣고 두 사람을 그에게 보내어 청하였다: “지체 말고1 우리에게 오소서.”
1 ὀκνέω — “주저하다, 머뭇거리다”.
ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες· Μὴ ὀκνήσῃς διελθεῖν ἕως ἡμῶν
그러자 베드로가 일어나 그들과 함께 갔다. 그가 이르렀을 때 그들이 그를 다락방으로 데리고 올라갔고, 모든 과부가 울며 도르가가 그들과 함께 있을 때 만든 속옷1과 겉옷들을 보이며 그의 곁에 섰다.
1 χιτών — “속옷”(몸에 직접 걸치는 옷, 마태 5:40 각주 참고).
ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετʼ αὐτῶν οὖσα ἡ Δορκάς.
그런데 베드로가 모두를 내보내고 무릎을 꿇고 기도하고, 시신을 향하여 돌이켜 말했다: “다비다여, 일어나라.” 그러자 그녀가 자기 눈을 떴고, 베드로를 보고 일어나 앉았다.
ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν.
그가 그녀에게 손을 주어 그녀를 일으켰고, 성도들과 과부들을 불러 그녀를 살아 있는 채로 세웠다.
δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν.
그리고 이것이 온 욥바에 알려졌고, 많은 사람이 주를 믿었다.
γνωστὸν δὲ ἐγένετο καθʼ ὅλης τῆς Ἰόππης, καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν κύριον.
1 βυρσεύς(βύρσα[가죽]과 관련된 낱말) — “무두장이, 가죽 가공업자”. 이 판 LSJ에는 이 표제어가 없어 βύρσα에서 유추한 통상적 뜻이다.
ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.